EPHESIANS
Chapter 6
Ephe | StatResG | 6:4 | ¶Καὶ, οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ ˚Κυρίου. | |
Ephe | StatResG | 6:5 | ¶Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ ˚Χριστῷ, | |
Ephe | StatResG | 6:6 | μὴ κατʼ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλʼ ὡς δοῦλοι ˚Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ ˚Θεοῦ ἐκ ψυχῆς, | |
Ephe | StatResG | 6:8 | εἰδότες ὅτι ἐάν ποιήσῃ ἕκαστος ἀγαθόν, τοῦτο κομίσεται παρὰ ˚Κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος. | |
Ephe | StatResG | 6:9 | ¶Καὶ, οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ ˚Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρʼ αὐτῷ. | |
Ephe | StatResG | 6:11 | Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ ˚Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. | |
Ephe | StatResG | 6:12 | Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. | |
Ephe | StatResG | 6:13 | Διὰ τοῦτο, ἀναλάβετε τὴν πανοπλίαν τοῦ ˚Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι, στῆναι. | |
Ephe | StatResG | 6:14 | Στῆτε οὖν, “περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ”, καὶ “ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης”, | |
Ephe | StatResG | 6:16 | Ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ πεπυρωμένα σβέσαι. | |
Ephe | StatResG | 6:17 | Καὶ “τὴν περικεφαλαίαν τοῦ σωτηρίου” δέξασθε, καὶ τὴν μάχαιραν τοῦ ˚Πνεύματος, ὅ ἐστιν ῥῆμα ˚Θεοῦ, | |
Ephe | StatResG | 6:18 | διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν ˚Πνεύματι, καὶ εἰς αὐτὸ, ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, | |
Ephe | StatResG | 6:19 | καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, | |
Ephe | StatResG | 6:21 | ¶Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατʼ ἐμέ, τί πράσσω, πάντα γνωρίσει ὑμῖν Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν ˚Κυρίῳ, | |
Ephe | StatResG | 6:22 | ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. | |
Ephe | StatResG | 6:23 | ¶Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ. | |