EPHESIANS
Chapter 3
Ephe | StatResG | 3:5 | ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν ˚Πνεύματι, | |
Ephe | StatResG | 3:6 | εἶναι τὰ ἔθνη, συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα, τῆς ἐπαγγελίας ἐν ˚Χριστῷ ˚Ἰησοῦ, διὰ τοῦ εὐαγγελίου, | |
Ephe | StatResG | 3:7 | οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ ˚Θεοῦ τῆς δοθείσης μοι, κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. | |
Ephe | StatResG | 3:8 | Ἐμοὶ τῷ, ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι, τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ ˚Χριστοῦ, | |
Ephe | StatResG | 3:9 | καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου, τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ ˚Θεῷ, τῷ τὰ πάντα κτίσαντι, | |
Ephe | StatResG | 3:10 | ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ ˚Θεοῦ, | |
Ephe | StatResG | 3:16 | ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ ˚Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, | |
Ephe | StatResG | 3:17 | κατοικῆσαι τὸν ˚Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ, ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, | |
Ephe | StatResG | 3:18 | ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος, | |
Ephe | StatResG | 3:19 | γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ ˚Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ ˚Θεοῦ. | |
Ephe | StatResG | 3:20 | ¶Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα, ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, | |