EPHESIANS
Chapter 1
Ephe | StatResG | 1:1 | ¶Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ διὰ θελήματος ˚Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν ˚Χριστῷ ˚Ἰησοῦ: | |
Ephe | StatResG | 1:3 | ¶Εὐλογητὸς ὁ ˚Θεὸς καὶ Πατὴρ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν ˚Χριστῷ, | |
Ephe | StatResG | 1:4 | καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, | |
Ephe | StatResG | 1:5 | προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ ˚Ἰησοῦ ˚Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, | |
Ephe | StatResG | 1:7 | ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ, | |
Ephe | StatResG | 1:9 | γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ, | |
Ephe | StatResG | 1:10 | εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ ˚Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ, | |
Ephe | StatResG | 1:11 | ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος, κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, | |
Ephe | StatResG | 1:13 | ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ ˚Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ, | |
Ephe | StatResG | 1:14 | ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. | |
Ephe | StatResG | 1:15 | ¶Διὰ τοῦτο, κἀγώ ἀκούσας τὴν καθʼ ὑμᾶς πίστιν ἐν τῷ ˚Κυρίῳ ˚Ἰησοῦ, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, | |
Ephe | StatResG | 1:17 | ἵνα ὁ ˚Θεὸς τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ, | |
Ephe | StatResG | 1:18 | πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ, ἐν τοῖς ἁγίοις, | |
Ephe | StatResG | 1:19 | καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς, τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, | |
Ephe | StatResG | 1:20 | ἣν ἐνήργηκεν ἐν τῷ ˚Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ, ἐν τοῖς ἐπουρανίοις, | |
Ephe | StatResG | 1:21 | ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· | |
Ephe | StatResG | 1:22 | καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, | |