Site uses cookies to provide basic functionality.

OK
GALATIANS
1 2 3 4 5 6
Prev Up Next Toggle notes
Chapter 1
Gala StatResG 1:1  ¶Παῦλος, ἀπόστολος (οὐκ ἀπʼ ἀνθρώπων, οὐδὲ διʼ ἀνθρώπου, ἀλλὰ διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ˚Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν),
Gala StatResG 1:2  καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας:
Gala StatResG 1:3  χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ ˚Χριστοῦ,
Gala StatResG 1:4  τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ ˚Θεοῦ καὶ Πατρὸς ἡμῶν,
Gala StatResG 1:5  ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν!
Gala StatResG 1:6  ¶Θαυμάζω ὅτι οὕτως ταχέως, μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι ˚Χριστοῦ, εἰς ἕτερον εὐαγγέλιον,
Gala StatResG 1:7  ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ.
Gala StatResG 1:8  Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίζηται παρʼ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω!
Gala StatResG 1:9  Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρʼ ὃ παρελάβετε, ἀνάθεμα ἔστω!
Gala StatResG 1:10  ¶Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν ˚Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, ˚Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
Gala StatResG 1:11  ¶Γνωρίζω γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον.
Gala StatResG 1:12  Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ διʼ ἀποκαλύψεως ˚Ἰησοῦ ˚Χριστοῦ.
Gala StatResG 1:13  ¶Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ ˚Θεοῦ, καὶ ἐπόρθουν αὐτήν.
Gala StatResG 1:14  Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
Gala StatResG 1:15  Ὅτε δὲ εὐδόκησεν ὁ, ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ,
Gala StatResG 1:16  ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
Gala StatResG 1:17  οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
Gala StatResG 1:18  ¶Ἔπειτα μετὰ ἔτη τρία, ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε.
Gala StatResG 1:19  Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ ˚Κυρίου.
Gala StatResG 1:20  Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ, ἐνώπιον τοῦ ˚Θεοῦ, ὅτι οὐ ψεύδομαι.
Gala StatResG 1:21  Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.
Gala StatResG 1:22  Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας, ταῖς ἐν ˚Χριστῷ,
Gala StatResG 1:23  μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι “Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἥν ποτε ἐπόρθει.”
Gala StatResG 1:24  Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν ˚Θεόν.