GALATIANS
Chapter 3
Gala | StatResG | 3:1 | ¶Ὦ ἀνόητοι Γαλάται! Τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατʼ ὀφθαλμοὺς ˚Ἰησοῦς ˚Χριστὸς προεγράφη ἐσταυρωμένος; | |
Gala | StatResG | 3:2 | Τοῦτο μόνον θέλω μαθεῖν ἀφʼ ὑμῶν: ἐξ ἔργων νόμου τὸ ˚Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; | |
Gala | StatResG | 3:5 | Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ ˚Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; | |
Gala | StatResG | 3:8 | Προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ ˚Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι “Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.” | |
Gala | StatResG | 3:10 | ¶Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ, ὅτι “Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.” | |
Gala | StatResG | 3:11 | Ὅτι δὲ ἐν νόμῳ, οὐδεὶς δικαιοῦται παρὰ τῷ ˚Θεῷ δῆλον, ὅτι, “Ὁ δίκαιος ἐκ πίστεως ζήσεται.” | |
Gala | StatResG | 3:13 | ˚Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται, “Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου”, | |
Gala | StatResG | 3:14 | ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ ˚Πνεύματος λάβωμεν διὰ τῆς πίστεως. | |
Gala | StatResG | 3:15 | ¶Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω. Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην, οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. | |
Gala | StatResG | 3:16 | Τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, “Καὶ τοῖς σπέρμασιν”, ὡς ἐπὶ πολλῶν, ἀλλʼ ὡς ἐφʼ ἑνός, “Καὶ τῷ σπέρματί σου”, ὅς ἐστιν ˚Χριστός. | |
Gala | StatResG | 3:17 | Τοῦτο δὲ λέγω: διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ ˚Θεοῦ, ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. | |
Gala | StatResG | 3:18 | Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ διʼ ἐπαγγελίας κεχάρισται ὁ ˚Θεός. | |
Gala | StatResG | 3:19 | ¶Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου. | |
Gala | StatResG | 3:21 | ¶Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ ˚Θεοῦ; Μὴ γένοιτο! Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη. | |
Gala | StatResG | 3:22 | Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως ˚Ἰησοῦ ˚Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. | |
Gala | StatResG | 3:23 | ¶Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. | |
Gala | StatResG | 3:28 | Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν ˚Χριστῷ ˚Ἰησοῦ. | |