I TIMOTHY
Chapter 5
I Ti | StatResG | 5:4 | Εἰ δέ τις χήρα, τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ ˚Θεοῦ. | |
I Ti | StatResG | 5:5 | Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη, ἤλπικεν ἐπὶ ˚Θεὸν, καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς, νυκτὸς καὶ ἡμέρας. | |
I Ti | StatResG | 5:8 | Εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. | |
I Ti | StatResG | 5:10 | ἐν ἔργοις καλοῖς μαρτυρουμένη: εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. | |
I Ti | StatResG | 5:11 | Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ ˚Χριστοῦ, γαμεῖν θέλουσιν, | |
I Ti | StatResG | 5:13 | Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. | |
I Ti | StatResG | 5:14 | Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν. | |
I Ti | StatResG | 5:16 | Εἴ τις πιστὴ ἔχει χήρας, ἐπαρκείσθω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ. | |
I Ti | StatResG | 5:17 | ¶Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. | |
I Ti | StatResG | 5:18 | Λέγει γὰρ ἡ Γραφή, “Βοῦν ἀλοῶντα οὐ φιμώσεις”, καί, “Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.” | |
I Ti | StatResG | 5:21 | Διαμαρτύρομαι ἐνώπιον τοῦ ˚Θεοῦ, καὶ ˚Χριστοῦ ˚Ἰησοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. | |
I Ti | StatResG | 5:22 | Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει. | |
I Ti | StatResG | 5:23 | Μηκέτι ὑδροπότει, ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας. | |
I Ti | StatResG | 5:24 | Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν. | |