JOHN
Chapter 14
John | SBLGNT | 14:2 | ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ⸀ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· | |
John | SBLGNT | 14:3 | καὶ ἐὰν πορευθῶ ⸀καὶ ἑτοιμάσω ⸂τόπον ὑμῖν⸃, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. | |
John | SBLGNT | 14:5 | λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· ⸀πῶς ⸂δυνάμεθα τὴν ὁδὸν εἰδέναι⸃; | |
John | SBLGNT | 14:6 | λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ διʼ ἐμοῦ. | |
John | SBLGNT | 14:7 | εἰ ⸀ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε⸃· ⸀ἀπʼ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε ⸀αὐτόν. | |
John | SBLGNT | 14:9 | λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸂Τοσούτῳ χρόνῳ⸃ μεθʼ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· ⸀πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα; | |
John | SBLGNT | 14:10 | οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ ⸀λέγω ὑμῖν ἀπʼ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ ⸀πατὴρ ἐν ἐμοὶ ⸀μένων ποιεῖ τὰ ἔργα ⸀αὐτοῦ. | |
John | SBLGNT | 14:11 | πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ ⸀πιστεύετε. | |
John | SBLGNT | 14:12 | ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν ⸀πατέρα πορεύομαι· | |
John | SBLGNT | 14:13 | καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· | |
John | SBLGNT | 14:16 | κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα ⸀ᾖ μεθʼ ὑμῶν εἰς τὸν ⸀αἰῶνα, | |
John | SBLGNT | 14:17 | τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ ⸀γινώσκει· ⸀ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρʼ ὑμῖν μένει καὶ ἐν ὑμῖν ⸀ἔσται. | |
John | SBLGNT | 14:19 | ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ⸀ζήσετε. | |
John | SBLGNT | 14:20 | ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ⸂γνώσεσθε ὑμεῖς⸃ ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. | |
John | SBLGNT | 14:21 | ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. | |
John | SBLGNT | 14:22 | λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, ⸀τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; | |
John | SBLGNT | 14:23 | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρʼ αὐτῷ ⸀ποιησόμεθα. | |
John | SBLGNT | 14:24 | ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός. | |
John | SBLGNT | 14:26 | ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ⸀ὑμῖν. | |
John | SBLGNT | 14:27 | εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. | |
John | SBLGNT | 14:28 | ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, ⸀ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ ⸀πατὴρ μείζων μού ἐστιν. | |
John | SBLGNT | 14:30 | οὐκέτι πολλὰ λαλήσω μεθʼ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, | |