Site uses cookies to provide basic functionality.

OK
JOHN
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 12
John SBLGNT 12:1  Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν ⸀Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν ⸀Ἰησοῦς.
John SBLGNT 12:2  ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ⸀ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ·
John SBLGNT 12:3  ἡ οὖν ⸀Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
John SBLGNT 12:4  λέγει ⸀δὲ ⸂Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ⸃, ὁ μέλλων αὐτὸν παραδιδόναι·
John SBLGNT 12:5  Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;
John SBLGNT 12:6  εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλʼ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ⸀ἔχων τὰ βαλλόμενα ἐβάσταζεν.
John SBLGNT 12:7  εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, ⸀ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου ⸀τηρήσῃ αὐτό·
John SBLGNT 12:8  τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
John SBLGNT 12:9  Ἔγνω ⸀οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλʼ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.
John SBLGNT 12:10  ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,
John SBLGNT 12:11  ὅτι πολλοὶ διʼ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
John SBLGNT 12:12  Τῇ ἐπαύριον ⸀ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ⸁ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα,
John SBLGNT 12:13  ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ⸀ἐκραύγαζον· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ⸂καὶ ὁ⸃ βασιλεὺς τοῦ Ἰσραήλ.
John SBLGNT 12:14  εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπʼ αὐτό, καθώς ἐστιν γεγραμμένον·
John SBLGNT 12:15  Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.
John SBLGNT 12:16  ⸀ταῦτα οὐκ ἔγνωσαν ⸂αὐτοῦ οἱ μαθηταὶ⸃ τὸ πρῶτον, ἀλλʼ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπʼ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.
John SBLGNT 12:17  ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετʼ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
John SBLGNT 12:18  διὰ τοῦτο ⸀καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ⸀ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
John SBLGNT 12:19  οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ ⸀κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
John SBLGNT 12:20  Ἦσαν δὲ ⸂Ἕλληνές τινες⸃ ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·
John SBLGNT 12:21  οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
John SBLGNT 12:22  ἔρχεται ⸀ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ⸀ἔρχεται Ἀνδρέας καὶ Φίλιππος ⸀καὶ λέγουσιν τῷ Ἰησοῦ.
John SBLGNT 12:23  ὁ δὲ Ἰησοῦς ⸀ἀποκρίνεται αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
John SBLGNT 12:24  ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
John SBLGNT 12:25  ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ⸀ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
John SBLGNT 12:26  ἐὰν ἐμοί ⸂τις διακονῇ⸃ ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ⸀ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.
John SBLGNT 12:27  Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.
John SBLGNT 12:28  πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
John SBLGNT 12:29  ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν.
John SBLGNT 12:30  ἀπεκρίθη ⸂Ἰησοῦς καὶ εἶπεν⸃· Οὐ διʼ ἐμὲ ⸂ἡ φωνὴ αὕτη⸃ γέγονεν ἀλλὰ διʼ ὑμᾶς.
John SBLGNT 12:31  νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·
John SBLGNT 12:32  κἀγὼ ⸀ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
John SBLGNT 12:33  τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
John SBLGNT 12:34  ἀπεκρίθη ⸀οὖν αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς ⸂λέγεις σὺ⸃ ⸀ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
John SBLGNT 12:35  εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ⸂ἐν ὑμῖν⸃ ἐστιν. περιπατεῖτε ⸀ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
John SBLGNT 12:36  ⸀ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ⸀ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπʼ αὐτῶν.
John SBLGNT 12:37  τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,
John SBLGNT 12:38  ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;
John SBLGNT 12:39  διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας·
John SBLGNT 12:40  Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ⸀ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ⸀στραφῶσιν, καὶ ⸀ἰάσομαι αὐτούς.
John SBLGNT 12:41  ταῦτα εἶπεν Ἠσαΐας ⸀ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ.
John SBLGNT 12:42  ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται,
John SBLGNT 12:43  ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.
John SBLGNT 12:44  Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με,
John SBLGNT 12:45  καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.
John SBLGNT 12:46  ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
John SBLGNT 12:47  καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ ⸀φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλʼ ἵνα σώσω τὸν κόσμον.
John SBLGNT 12:48  ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·
John SBLGNT 12:49  ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλʼ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ⸀δέδωκεν τί εἴπω καὶ τί λαλήσω.
John SBLGNT 12:50  καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ⸂ἐγὼ λαλῶ⸃, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.