PSALMS
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
Chapter 44
Psal | LXX | 44:1 | εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορε εἰς σύνεσιν ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ | |
Psal | LXX | 44:2 | ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου | |
Psal | LXX | 44:3 | ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐξεχύθη χάρις ἐν χείλεσίν σου διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰῶνα | |
Psal | LXX | 44:4 | περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου | |
Psal | LXX | 44:5 | καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου | |
Psal | LXX | 44:6 | τὰ βέλη σου ἠκονημένα δυνατέ λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως | |
Psal | LXX | 44:7 | ὁ θρόνος σου ὁ θεός εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου | |
Psal | LXX | 44:8 | ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου | |
Psal | LXX | 44:9 | σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὧν ηὔφρανάν σε | |
Psal | LXX | 44:10 | θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη | |
Psal | LXX | 44:11 | ἄκουσον θύγατερ καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου | |
Psal | LXX | 44:13 | καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ | |
Psal | LXX | 44:14 | πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη | |
Psal | LXX | 44:17 | ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν | |