Site uses cookies to provide basic functionality.

OK
SIRACH
Prev Up Next Toggle notes
Chapter 46
Sira LXX 46:1  κραταιὸς ἐν πολέμῳ Ἰησοῦς Ναυη καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς ὅπως κατακληρονομήσῃ τὸν Ισραηλ
Sira LXX 46:2  ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ῥομφαίαν ἐπὶ πόλεις
Sira LXX 46:3  τίς πρότερος αὐτοῦ οὕτως ἔστη τοὺς γὰρ πολέμους κυρίου αὐτὸς ἐπήγαγεν
Sira LXX 46:4  οὐχὶ ἐν χειρὶ αὐτοῦ ἐνεποδίσθη ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο
Sira LXX 46:5  ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τῷ θλῖψαι αὐτὸν ἐχθροὺς κυκλόθεν καὶ ἐπήκουσεν αὐτοῦ μέγας κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς
Sira LXX 46:6  κατέρραξεν ἐπ’ ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτοῦ
Sira LXX 46:7  καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος αὐτὸς καὶ Χαλεβ υἱὸς Ιεφοννη ἀντιστῆναι ἔναντι ἐκκλησίας κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας
Sira LXX 46:8  καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι
Sira LXX 46:9  καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλεβ ἰσχύν καὶ ἕως γήρους διέμεινεν αὐτῷ ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν
Sira LXX 46:10  ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ισραηλ ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω κυρίου
Sira LXX 46:11  καὶ οἱ κριταί ἕκαστος τῷ αὐτοῦ ὀνόματι ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ κυρίου εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις
Sira LXX 46:12  τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον ἐφ’ υἱοῖς δεδοξασμένων αὐτῶν
Sira LXX 46:13  ἠγαπημένος ὑπὸ κυρίου αὐτοῦ Σαμουηλ προφήτης κυρίου κατέστησεν βασιλείαν καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ
Sira LXX 46:14  ἐν νόμῳ κυρίου ἔκρινεν συναγωγήν καὶ ἐπεσκέψατο κύριος τὸν Ιακωβ
Sira LXX 46:15  ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης καὶ ἐγνώσθη ἐν ῥήμασιν αὐτοῦ πιστὸς ὁράσεως
Sira LXX 46:16  καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην ἐν τῷ θλῖψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ
Sira LXX 46:17  καὶ ἐβρόντησεν ἀπ’ οὐρανοῦ ὁ κύριος καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησεν τὴν φωνὴν αὐτοῦ
Sira LXX 46:18  καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων καὶ πάντας ἄρχοντας Φυλιστιιμ
Sira LXX 46:19  καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι κυρίου καὶ χριστοῦ αὐτοῦ χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος
Sira LXX 46:20  καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσεν καὶ ὑπέδειξεν βασιλεῖ τὴν τελευτὴν αὐτοῦ καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ