SIRACH
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
Chapter 51
Sira | LXX | 51:1 | ἐξομολογήσομαί σοι κύριε βασιλεῦ καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου ἐξομολογοῦμαι τῷ ὀνόματί σου | |
Sira | LXX | 51:2 | ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου βοηθὸς καὶ ἐλυτρώσω με | |
Sira | LXX | 51:3 | κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου ἐκ βρυγμῶν ἕτοιμον εἰς βρῶμα ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου ἐκ πλειόνων θλίψεων ὧν ἔσχον | |
Sira | LXX | 51:6 | βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω | |
Sira | LXX | 51:7 | περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν ἐνέβλεπον εἰς ἀντίλημψιν ἀνθρώπων καὶ οὐκ ἦν | |
Sira | LXX | 51:8 | καὶ ἐμνήσθην τοῦ ἐλέους σου κύριε καὶ τῆς ἐργασίας σου τῆς ἀπ’ αἰῶνος ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν | |
Sira | LXX | 51:10 | ἐπεκαλεσάμην κύριον πατέρα κυρίου μου μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς καὶ ὑμνήσω ἐν ἐξομολογήσει | |
Sira | LXX | 51:11 | καὶ εἰσηκούσθη ἡ δέησίς μου ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ | |
Sira | LXX | 51:15 | ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι ἐκ νεότητός μου ἴχνευον αὐτήν | |
Sira | LXX | 51:19 | διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ καὶ ἐν ποιήσει νόμου διηκριβασάμην τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα | |
Sira | LXX | 51:20 | τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν καρδίαν ἐκτησάμην μετ’ αὐτῆς ἀπ’ ἀρχῆς διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ | |
Sira | LXX | 51:26 | τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν ἐγγύς ἐστιν εὑρεῖν αὐτήν | |