SIRACH
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
Chapter 47
Sira | LXX | 47:4 | ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινεν γίγαντα καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιαθ | |
Sira | LXX | 47:5 | ἐπεκαλέσατο γὰρ κύριον τὸν ὕψιστον καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ | |
Sira | LXX | 47:6 | οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν καὶ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις κυρίου ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης | |
Sira | LXX | 47:7 | ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν καὶ ἐξουδένωσεν Φυλιστιιμ τοὺς ὑπεναντίους ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας | |
Sira | LXX | 47:8 | ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ ὑψίστῳ ῥήματι δόξης ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν | |
Sira | LXX | 47:10 | ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωίας ἠχεῖν τὸ ἁγίασμα | |
Sira | LXX | 47:11 | κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ισραηλ | |
Sira | LXX | 47:13 | Σαλωμων ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν ἵνα στήσῃ οἶκον ἐπ’ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα | |
Sira | LXX | 47:18 | ἐν ὀνόματι κυρίου τοῦ θεοῦ τοῦ ἐπικεκλημένου θεοῦ Ισραηλ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον | |
Sira | LXX | 47:20 | ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου καὶ κατανυγῆναι ἐπὶ τῇ ἀφροσύνῃ σου | |
Sira | LXX | 47:22 | ὁ δὲ κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ καὶ οὐ μὴ διαφθείρῃ ἀπὸ τῶν λόγων αὐτοῦ οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ καὶ τῷ Ιακωβ ἔδωκεν κατάλειμμα καὶ τῷ Δαυιδ ἐξ αὐτοῦ ῥίζαν | |
Sira | LXX | 47:23 | καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ καὶ κατέλιπεν μετ’ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει Ροβοαμ ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ | |
Sira | LXX | 47:24 | καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἔδωκεν τῷ Εφραιμ ὁδὸν ἁμαρτίας καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν | |