Site uses cookies to provide basic functionality.

OK
SIRACH
Prev Up Next Toggle notes
Chapter 45
Sira LXX 45:1  καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκὸς ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων Μωυσῆν οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις
Sira LXX 45:2  ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν
Sira LXX 45:3  ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ
Sira LXX 45:4  ἐν πίστει καὶ πραΰτητι αὐτὸν ἡγίασεν ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός
Sira LXX 45:5  ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς νόμον ζωῆς καὶ ἐπιστήμης διδάξαι τὸν Ιακωβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν Ισραηλ
Sira LXX 45:6  Ααρων ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευι
Sira LXX 45:7  ἔστησεν αὐτὸν διαθήκην αἰῶνος καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης
Sira LXX 45:8  ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα
Sira LXX 45:9  καὶ ἐκύκλωσεν αὐτὸν ῥοΐσκοις χρυσοῖς κώδωσιν πλείστοις κυκλόθεν ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ
Sira LXX 45:10  στολῇ ἁγίᾳ χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ ἔργῳ ποικιλτοῦ λογείῳ κρίσεως δήλοις ἀληθείας κεκλωσμένῃ κόκκῳ ἔργῳ τεχνίτου
Sira LXX 45:11  λίθοις πολυτελέσιν γλύμματος σφραγῖδος ἐν δέσει χρυσίου ἔργῳ λιθουργοῦ εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατ’ ἀριθμὸν φυλῶν Ισραηλ
Sira LXX 45:12  στέφανον χρυσοῦν ἐπάνω κιδάρεως ἐκτύπωμα σφραγῖδος ἁγιάσματος καύχημα τιμῆς ἔργον ἰσχύος ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα
Sira LXX 45:13  ὡραῖα πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα ἕως αἰῶνος οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός
Sira LXX 45:14  θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται καθ’ ἡμέραν ἐνδελεχῶς δίς
Sira LXX 45:15  ἐπλήρωσεν Μωυσῆς τὰς χεῖρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰῶνος καὶ τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι
Sira LXX 45:16  ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος προσαγαγεῖν κάρπωσιν κυρίῳ θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου
Sira LXX 45:17  ἔδωκεν αὐτῷ ἐν ἐντολαῖς αὐτοῦ ἐξουσίαν ἐν διαθήκαις κριμάτων διδάξαι τὸν Ιακωβ τὰ μαρτύρια καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι Ισραηλ
Sira LXX 45:18  ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐρήμῳ ἄνδρες οἱ περὶ Δαθαν καὶ Αβιρων καὶ ἡ συναγωγὴ Κορε ἐν θυμῷ καὶ ὀργῇ
Sira LXX 45:19  εἶδεν κύριος καὶ οὐκ εὐδόκησεν καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς ἐποίησεν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ
Sira LXX 45:20  καὶ προσέθηκεν Ααρων δόξαν καὶ ἔδωκεν αὐτῷ κληρονομίαν ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτῷ ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν
Sira LXX 45:21  καὶ γὰρ θυσίας κυρίου φάγονται ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ
Sira LXX 45:22  πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία
Sira LXX 45:23  καὶ Φινεες υἱὸς Ελεαζαρ τρίτος εἰς δόξαν ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ καὶ ἐξιλάσατο περὶ τοῦ Ισραηλ
Sira LXX 45:24  διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης προστατεῖν ἁγίων καὶ λαοῦ αὐτοῦ ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας
Sira LXX 45:25  καὶ διαθήκη τῷ Δαυιδ υἱῷ Ιεσσαι ἐκ φυλῆς Ιουδα κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου κληρονομία Ααρων καὶ τῷ σπέρματι αὐτοῦ
Sira LXX 45:26  δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν