Site uses cookies to provide basic functionality.

OK
TOBIT
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14
Prev Up Next
Chapter 4
Tobi LXX 4:1  ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβιτ περὶ τοῦ ἀργυρίου οὗ παρέθετο Γαβαηλ ἐν Ῥάγοις τῆς Μηδίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβιθ τοῦ ἀργυρίου ὃ παρέθετο Γαβαήλῳ ἐν Ῥάγοις τῆς Μηδίας
Tobi LXX 4:2  καὶ εἶπεν ἐν ἑαυτῷ ἐγὼ ᾐτησάμην θάνατον τί οὐ καλῶ Τωβιαν τὸν υἱόν μου ἵνα αὐτῷ ὑποδείξω πρὶν ἀποθανεῖν με καὶ εἶπεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἰδοὺ ἐγὼ ᾐτησάμην θάνατον τί οὐχὶ καλῶ Τωβιαν τὸν υἱόν μου καὶ ὑποδείξω αὐτῷ περὶ τοῦ ἀργυρίου τούτου πρὶν ἀποθανεῖν με
Tobi LXX 4:3  καὶ καλέσας αὐτὸν εἶπεν παιδίον ἐὰν ἀποθάνω θάψον με καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ καὶ μὴ λυπήσῃς αὐτήν καὶ ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτόν καὶ εἶπεν αὐτῷ θάψον με καλῶς καὶ τίμα τὴν μητέρα σου καὶ μὴ ἐγκαταλίπῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς καὶ ποίει τὸ ἀρεστὸν ἐνώπιον αὐτῆς καὶ μὴ λυπήσῃς τὸ πνεῦμα αὐτῆς ἐν παντὶ πράγματι
Tobi LXX 4:4  μνήσθητι παιδίον ὅτι πολλοὺς κινδύνους ἑόρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ ὅταν ἀποθάνῃ θάψον αὐτὴν παρ’ ἐμοὶ ἐν ἑνὶ τάφῳ μνήσθητι αὐτῆς παιδίον ὅτι κινδύνους πολλοὺς ἑώρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ὅταν ἀποθάνῃ θάψον αὐτὴν παρ’ ἐμοὶ ἐν ἑνὶ τάφῳ
Tobi LXX 4:5  πάσας τὰς ἡμέρας παιδίον κυρίου τοῦ θεοῦ ἡμῶν μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτάνειν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας καὶ πάσας τὰς ἡμέρας σου παιδίον τοῦ κυρίου μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτεῖν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ δικαιοσύνας ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας
Tobi LXX 4:6  διότι ποιοῦντός σου τὴν ἀλήθειαν εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου διότι οἱ ποιοῦντες ἀλήθειαν εὐοδωθήσονται ἐν τοῖς ἔργοις αὐτῶν
Tobi LXX 4:7  καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραφῇ τὸ πρόσωπον τοῦ θεοῦ καὶ πᾶσιν τοῖς ποιοῦσιν δικαιοσύνην
Tobi LXX 4:8  ὡς σοὶ ὑπάρχει κατὰ τὸ πλῆθος ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην ἐὰν ὀλίγον σοι ὑπάρχῃ κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην
Tobi LXX 4:9  θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης
Tobi LXX 4:10  διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ οὐκ ἐᾷ εἰσελθεῖν εἰς τὸ σκότος
Tobi LXX 4:11  δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου
Tobi LXX 4:12  πρόσεχε σεαυτῷ παιδίον ἀπὸ πάσης πορνείας καὶ γυναῖκα πρῶτον λαβὲ ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου διότι υἱοὶ προφητῶν ἐσμεν Νωε Αβρααμ Ισαακ Ιακωβ οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος μνήσθητι παιδίον ὅτι οὗτοι πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν
Tobi LXX 4:13  καὶ νῦν παιδίον ἀγάπα τοὺς ἀδελφούς σου καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη ἡ γὰρ ἀχρειότης μήτηρ ἐστὶν τοῦ λιμοῦ
Tobi LXX 4:14  μισθὸς παντὸς ἀνθρώπου ὃς ἐὰν ἐργάσηται παρὰ σοὶ μὴ αὐλισθήτω ἀλλὰ ἀπόδος αὐτῷ παραυτίκα καὶ ἐὰν δουλεύσῃς τῷ θεῷ ἀποδοθήσεταί σοι πρόσεχε σεαυτῷ παιδίον ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου
Tobi LXX 4:15  καὶ ὃ μισεῖς μηδενὶ ποιήσῃς οἶνον εἰς μέθην μὴ πίῃς καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου
Tobi LXX 4:16  ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς πᾶν ὃ ἐὰν περισσεύσῃ σοι ποίει ἐλεημοσύνην καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην
Tobi LXX 4:17  ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς
Tobi LXX 4:18  συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης
Tobi LXX 4:19  καὶ ἐν παντὶ καιρῷ εὐλόγει κύριον τὸν θεὸν καὶ παρ’ αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθῶσιν διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃν ἐὰν θέλῃ ταπεινοῖ καθὼς βούλεται καὶ νῦν παιδίον μνημόνευε τῶν ἐντολῶν μου καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου δώσει κύριος αὐτοῖς βουλὴν ἀγαθήν καὶ ὃν ἂν θέλῃ κύριος ταπεινοῖ ἕως ᾅδου κατωτάτω καὶ νῦν παιδίον μνημόνευε τὰς ἐντολὰς ταύτας καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου
Tobi LXX 4:20  καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρια ἐν Ῥάγοις τῆς Μηδίας καὶ νῦν παιδίον ὑποδεικνύω σοι ὅτι δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρι ἐν Ῥάγοις τῆς Μηδίας
Tobi LXX 4:21  καὶ μὴ φοβοῦ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλά ἐὰν φοβηθῇς τὸν θεὸν καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ μὴ φοβοῦ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλὰ ἀγαθά ἐὰν φοβηθῇς τὸν θεὸν καὶ φύγῃς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὰ ἀγαθὰ ἐνώπιον κυρίου τοῦ θεοῦ σου