Site uses cookies to provide basic functionality.

OK
WISDOM
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19
Prev Up Next Toggle notes
Chapter 5
Wisd LXX 5:1  τότε στήσεται ἐν παρρησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ
Wisd LXX 5:2  ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας
Wisd LXX 5:3  ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται καὶ ἐροῦσιν
Wisd LXX 5:4  οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον
Wisd LXX 5:5  πῶς κατελογίσθη ἐν υἱοῖς θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν
Wisd LXX 5:6  ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν
Wisd LXX 5:7  ἀνομίας ἐνεπλήσθημεν τρίβοις καὶ ἀπωλείας καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους τὴν δὲ ὁδὸν κυρίου οὐκ ἐπέγνωμεν
Wisd LXX 5:8  τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία καὶ τί πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν
Wisd LXX 5:9  παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ καὶ ὡς ἀγγελία παρατρέχουσα
Wisd LXX 5:10  ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν
Wisd LXX 5:11  ἢ ὡς ὀρνέου διιπτάντος ἀέρα οὐθὲν εὑρίσκεται τεκμήριον πορείας πληγῇ δὲ μαστιζόμενον ταρσῶν πνεῦμα κοῦφον καὶ σχιζόμενον βίᾳ ῥοίζου κινουμένων πτερύγων διωδεύθη καὶ μετὰ τοῦτο οὐχ εὑρέθη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ
Wisd LXX 5:12  ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπὸν τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη ὡς ἀγνοῆσαι τὴν δίοδον αὐτοῦ
Wisd LXX 5:13  οὕτως καὶ ἡμεῖς γεννηθέντες ἐξελίπομεν καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔσχομεν δεῖξαι ἐν δὲ τῇ κακίᾳ ἡμῶν κατεδαπανήθημεν
Wisd LXX 5:14  ὅτι ἐλπὶς ἀσεβοῦς ὡς φερόμενος χνοῦς ὑπὸ ἀνέμου καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτὴ καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσεν
Wisd LXX 5:15  δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσιν καὶ ἐν κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ
Wisd LXX 5:16  διὰ τοῦτο λήμψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς κυρίου ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν
Wisd LXX 5:17  λήμψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν
Wisd LXX 5:18  ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον
Wisd LXX 5:19  λήμψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα
Wisd LXX 5:20  ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας
Wisd LXX 5:21  πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται
Wisd LXX 5:22  καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως
Wisd LXX 5:23  ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν