Site uses cookies to provide basic functionality.

OK
ACTS
Prev Up Next Toggle notes
Chapter 6
Acts StatResG 6:1  ¶Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
Acts StatResG 6:2  Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν, “Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦ ˚Θεοῦ, διακονεῖν τραπέζαις.
Acts StatResG 6:3  Ἐπισκέψασθε δέ, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους, ἑπτὰ πλήρεις ˚Πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης.
Acts StatResG 6:4  Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.”
Acts StatResG 6:5  Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρης πίστεως καὶ ˚Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα,
Acts StatResG 6:6  οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι, ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Acts StatResG 6:7  ¶Καὶ ὁ λόγος τοῦ ˚Θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
Acts StatResG 6:8  ¶Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
Acts StatResG 6:9  Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς, τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας, καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ.
Acts StatResG 6:10  Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ ˚Πνεύματι, ᾧ ἐλάλει.
Acts StatResG 6:11  Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι “Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν ˚Θεόν.”
Acts StatResG 6:12  Συνεκίνησάν τε τὸν λαὸν, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες, συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ Συνέδριον,
Acts StatResG 6:13  ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, “Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου”,
Acts StatResG 6:14  ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι ˚Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.
Acts StatResG 6:15  Καὶ ἀτενίσαντες εἰς αὐτὸν, πάντες οἱ καθεζόμενοι ἐν τῷ Συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ, ὡσεὶ πρόσωπον ἀγγέλου.