Site uses cookies to provide basic functionality.

OK
ACTS
Prev Up Next Toggle notes
Chapter 24
Acts StatResG 24:1  ¶Μετὰ δὲ πέντε ἡμέρας, κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν, καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
Acts StatResG 24:2  Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, “Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,
Acts StatResG 24:3  πάντῃ τε καὶ πανταχοῦ, ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
Acts StatResG 24:4  Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως, τῇ σῇ ἐπιεικείᾳ.
Acts StatResG 24:5  Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
Acts StatResG 24:6  ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν.
Acts StatResG 24:8  παρʼ οὗ δυνήσῃ αὐτὸς, ἀνακρίνας περὶ πάντων τούτων, ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.”
Acts StatResG 24:9  Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
Acts StatResG 24:10  ¶Ἀπεκρίθη τε ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, “Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι.
Acts StatResG 24:11  Δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα, ἀφʼ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ.
Acts StatResG 24:12  Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν,
Acts StatResG 24:13  οὐδὲ παραστῆσαι δύνανταί σοι, περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.
Acts StatResG 24:14  Ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν Ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ ˚Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις,
Acts StatResG 24:15  ἐλπίδα ἔχων εἰς τὸν ˚Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι, δικαίων τε καὶ ἀδίκων.
Acts StatResG 24:16  Ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν ˚Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
Acts StatResG 24:17  Διʼ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
Acts StatResG 24:18  ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου, οὐδὲ μετὰ θορύβου.
Acts StatResG 24:19  Τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρὸς ἐμέ.
Acts StatResG 24:20  Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἀδίκημα, στάντος μου ἐπὶ τοῦ Συνεδρίου,
Acts StatResG 24:21  ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς: ὅτι ‘Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφʼ ὑμῶν.’”
Acts StatResG 24:22  ¶Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ, εἴπας, “Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθʼ ὑμᾶς”·
Acts StatResG 24:23  διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ.
Acts StatResG 24:24  ¶Μετὰ δὲ ἡμέρας τινὰς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ, τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς ˚Χριστὸν πίστεως.
Acts StatResG 24:25  Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης, καὶ ἐγκρατείας, καὶ τοῦ κρίματος τοῦ μέλλοντος, ἔμφοβος γενόμενος, ὁ Φῆλιξ ἀπεκρίθη, “Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν, μετακαλέσομαί σε.”
Acts StatResG 24:26  Ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος, ὡμίλει αὐτῷ.
Acts StatResG 24:27  ¶Διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις, ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.