ACTS
Chapter 19
Acts | StatResG | 19:1 | ¶Ἐγένετο δὲ ἐν τῷ, τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη, κατελθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς, | |
Acts | StatResG | 19:2 | εἶπέν τε πρὸς αὐτούς, “Εἰ ˚Πνεῦμα Ἅγιον ἐλάβετε, πιστεύσαντες;” Οἱ δὲ πρὸς αὐτόν, “Ἀλλʼ οὐδʼ εἰ ˚Πνεῦμα Ἅγιον ἔστιν ἠκούσαμεν.” | |
Acts | StatResG | 19:4 | Εἶπεν δὲ Παῦλος, “Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν τοῦτʼ ἔστιν εἰς τὸν ˚Ἰησοῦν.” | |
Acts | StatResG | 19:6 | Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας, ἦλθε τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. | |
Acts | StatResG | 19:8 | ¶Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων περὶ τῆς Βασιλείας τοῦ ˚Θεοῦ. | |
Acts | StatResG | 19:9 | Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου. | |
Acts | StatResG | 19:10 | Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ˚Κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας. | |
Acts | StatResG | 19:12 | ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι. | |
Acts | StatResG | 19:13 | Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ λέγοντες, “Ὁρκίζω ὑμᾶς, τὸν ˚Ἰησοῦν, ὃν Παῦλος κηρύσσει.” | |
Acts | StatResG | 19:15 | Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, “Τὸν ˚Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;” | |
Acts | StatResG | 19:16 | Καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, κατακυριεύσας ἀμφοτέρων, ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. | |
Acts | StatResG | 19:17 | Τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν, Ἰουδαίοις τε καὶ Ἕλλησιν, τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ. | |
Acts | StatResG | 19:18 | Πολλοί τε τῶν πεπιστευκότων, ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. | |
Acts | StatResG | 19:19 | Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, συνενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων. Καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. | |
Acts | StatResG | 19:21 | ¶Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ ˚Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱεροσόλυμα εἰπὼν, ὅτι “Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.” | |
Acts | StatResG | 19:22 | Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν, δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. | |
Acts | StatResG | 19:24 | Δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν, | |
Acts | StatResG | 19:25 | οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, “Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν. | |
Acts | StatResG | 19:26 | Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας, μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ, οἱ διὰ χειρῶν γινόμενοι. | |
Acts | StatResG | 19:27 | Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν, τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν, εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.” | |
Acts | StatResG | 19:28 | ¶Ἀκούσαντες δὲ, καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, “Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.” | |
Acts | StatResG | 19:29 | Καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου. | |
Acts | StatResG | 19:31 | Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. | |
Acts | StatResG | 19:32 | Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. | |
Acts | StatResG | 19:33 | Ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. | |
Acts | StatResG | 19:34 | Ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων, “Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων!” | |
Acts | StatResG | 19:35 | Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, “Ἄνδρες, Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; | |
Acts | StatResG | 19:36 | Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν. | |
Acts | StatResG | 19:37 | Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν. | |
Acts | StatResG | 19:38 | Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις. | |