ACTS
Chapter 13
Acts | StatResG | 13:1 | ¶Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ, κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι: ὅ τε Βαρναβᾶς, καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. | |
Acts | StatResG | 13:2 | Λειτουργούντων δὲ αὐτῶν τῷ ˚Κυρίῳ καὶ νηστευόντων, εἶπεν τὸ ˚Πνεῦμα τὸ Ἅγιον, “Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον, εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.” | |
Acts | StatResG | 13:4 | ¶Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Ἁγίου ˚Πνεύματος, κατῆλθον εἰς Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον. | |
Acts | StatResG | 13:5 | Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ ˚Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. Εἶχον δὲ καὶ Ἰωάννην, ὑπηρέτην. | |
Acts | StatResG | 13:6 | Διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου, εὗρον ἄνδρα, τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα Βαριησοῦς, | |
Acts | StatResG | 13:7 | ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος, προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ ˚Θεοῦ. | |
Acts | StatResG | 13:8 | Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος (οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ) ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. | |
Acts | StatResG | 13:10 | εἶπεν, “Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς τοῦ ˚Κυρίου τὰς εὐθείας; | |
Acts | StatResG | 13:11 | Καὶ νῦν ἰδοὺ, χεὶρ ˚Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.” Παραχρῆμά τε ἔπεσεν ἐπʼ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. | |
Acts | StatResG | 13:12 | Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς, ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ ˚Κυρίου. | |
Acts | StatResG | 13:13 | ¶Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ, Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπʼ αὐτῶν, ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. | |
Acts | StatResG | 13:14 | Αὐτοὶ δὲ, διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ ἐλθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν Σαββάτων, ἐκάθισαν. | |
Acts | StatResG | 13:15 | Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, “Ἄνδρες, ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.” | |
Acts | StatResG | 13:16 | Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ εἶπεν, “Ἄνδρες, Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν ˚Θεόν, ἀκούσατε. | |
Acts | StatResG | 13:17 | Ὁ ˚Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ, ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, | |
Acts | StatResG | 13:20 | ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. Καὶ μετὰ ταῦτα, ἔδωκεν κριτὰς ἕως Σαμουὴλ προφήτου. | |
Acts | StatResG | 13:21 | Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ ˚Θεὸς τὸν Σαοὺλ, υἱὸν Κείς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα. | |
Acts | StatResG | 13:22 | Καὶ μεταστήσας αὐτὸν, ἤγειρεν τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, ‘“Εὗρον Δαυὶδ” τὸν τοῦ Ἰεσσαί, “ἄνδρα κατὰ τὴν καρδίαν μου”, ὃς ποιήσει πάντα τὰ θελήματά μου.’ | |
Acts | StatResG | 13:23 | Τούτου ὁ ˚Θεὸς ἀπὸ τοῦ σπέρματος κατʼ ἐπαγγελίαν, ἤγαγεν τῷ Ἰσραὴλ Σωτῆρα, ˚Ἰησοῦν, | |
Acts | StatResG | 13:24 | προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ, βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. | |
Acts | StatResG | 13:25 | Ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγεν, ‘Τί ἐμὲ ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ, ἀλλʼ ἰδοὺ, ἔρχεται μετʼ ἐμὲ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.’ | |
Acts | StatResG | 13:26 | ¶Ἄνδρες, ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν ˚Θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. | |
Acts | StatResG | 13:27 | Οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν, τὰς κατὰ πᾶν Σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. | |
Acts | StatResG | 13:29 | Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. | |
Acts | StatResG | 13:31 | ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. | |
Acts | StatResG | 13:33 | ὅτι ταύτην ὁ ˚Θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν, ἀναστήσας ˚Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, ‘Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.’ | |
Acts | StatResG | 13:34 | Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν, ὅτι ‘Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.’ | |
Acts | StatResG | 13:36 | Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ ˚Θεοῦ βουλῇ, ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδεν διαφθοράν. | |
Acts | StatResG | 13:38 | Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες, ἀδελφοί, ὅτι διὰ τούτου, ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, | |
Acts | StatResG | 13:41 | ‘Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.’” | |
Acts | StatResG | 13:42 | ¶Ἐξιόντων δὲ, αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ Σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. | |
Acts | StatResG | 13:43 | Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ ˚Θεοῦ. | |
Acts | StatResG | 13:44 | ¶Τῷ δὲ ἐρχομένῳ Σαββάτῳ, σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ ˚Θεοῦ. | |
Acts | StatResG | 13:45 | Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες. | |
Acts | StatResG | 13:46 | Παρρησιασάμενοί τε, ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν, “Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ ˚Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ, στρεφόμεθα εἰς τὰ ἔθνη. | |
Acts | StatResG | 13:47 | Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ ˚Κύριος, ‘Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.’” | |
Acts | StatResG | 13:48 | Ἀκούοντα δὲ τὰ ἔθνη, ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ ˚Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. | |
Acts | StatResG | 13:50 | Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. | |