ACTS
Chapter 2
Acts | StatResG | 2:1 | ¶Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό. | |
Acts | StatResG | 2:2 | Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. | |
Acts | StatResG | 2:3 | Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφʼ ἕνα ἕκαστον αὐτῶν. | |
Acts | StatResG | 2:4 | Καὶ ἐπλήσθησαν πάντες ˚Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ ˚Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. | |
Acts | StatResG | 2:5 | ¶Ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. | |
Acts | StatResG | 2:6 | Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. | |
Acts | StatResG | 2:7 | Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες, “Οὐχ ἰδοὺ, ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; | |
Acts | StatResG | 2:9 | Πάρθοι, καὶ Μῆδοι, καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, | |
Acts | StatResG | 2:10 | Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον, καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, | |
Acts | StatResG | 2:11 | Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες– ἀκούομεν λαλούντων αὐτῶν, ταῖς ἡμετέραις γλώσσαις, τὰ μεγαλεῖα τοῦ ˚Θεοῦ.” | |
Acts | StatResG | 2:12 | Ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες, “Τί θέλει τοῦτο εἶναι;” | |
Acts | StatResG | 2:14 | ¶Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς: “Ἄνδρες, Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. | |
Acts | StatResG | 2:17 | ‘Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις’, λέγει ὁ ˚Θεός, ‘ἐκχεῶ ἀπὸ τοῦ ˚Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται· | |
Acts | StatResG | 2:18 | καί γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ ˚Πνεύματός μου, καὶ προφητεύσουσιν. | |
Acts | StatResG | 2:19 | Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα, καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. | |
Acts | StatResG | 2:20 | Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν ἡμέραν ˚Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. | |
Acts | StatResG | 2:22 | ¶Ἄνδρες, Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους: ˚Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ ˚Θεοῦ εἰς ὑμᾶς δυνάμεσι, καὶ τέρασι, καὶ σημείοις, οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ ˚Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε. | |
Acts | StatResG | 2:23 | Τοῦτον τῇ, ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ ˚Θεοῦ, ἔκδοτον διὰ χειρὸς ἀνόμων, προσπήξαντες ἀνείλατε. | |
Acts | StatResG | 2:24 | Ὃν ὁ ˚Θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ. | |
Acts | StatResG | 2:25 | Δαυὶδ γὰρ λέγει εἰς αὐτόν, ‘Προορώμην τὸν ˚Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. | |
Acts | StatResG | 2:26 | Διὰ τοῦτο ηὐφράνθη μου ἡ καρδία καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι· | |
Acts | StatResG | 2:27 | ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἍΙδην, οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. | |
Acts | StatResG | 2:29 | ¶Ἄνδρες, ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. | |
Acts | StatResG | 2:30 | Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ‘ὅρκῳ ὤμοσεν αὐτῷ ὁ ˚Θεὸς’, ‘ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ’. | |
Acts | StatResG | 2:31 | Προϊδὼν, ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ ˚Χριστοῦ ὅτι ‘οὔτε ἐγκατελείφθη εἰς ἍΙδην’, οὔτε ἡ σὰρξ αὐτοῦ ‘εἶδεν διαφθοράν’. | |
Acts | StatResG | 2:33 | Τῇ δεξιᾷ οὖν τοῦ ˚Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ ˚Πνεύματος τοῦ Ἁγίου, λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεεν τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε. | |
Acts | StatResG | 2:34 | Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, ‘Εἶπεν ˚Κύριος τῷ ˚Κυρίῳ μου, “Κάθου ἐκ δεξιῶν μου, | |
Acts | StatResG | 2:36 | Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ ˚Κύριον αὐτὸν καὶ ˚Χριστὸν ἐποίησεν ὁ ˚Θεός, τοῦτον τὸν ˚Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.” | |
Acts | StatResG | 2:37 | ¶Ἀκούσαντες δὲ, κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, “Τί ποιήσωμεν, ἄνδρες, ἀδελφοί;” | |
Acts | StatResG | 2:38 | Πέτρος δὲ πρὸς αὐτούς, “Μετανοήσατε”, φησίν, “καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου ˚Πνεύματος. | |
Acts | StatResG | 2:39 | Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται ˚Κύριος, ὁ ˚Θεὸς ἡμῶν.” | |
Acts | StatResG | 2:40 | Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων, “Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.” | |
Acts | StatResG | 2:41 | Οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ψυχαὶ ὡσεὶ τρισχίλιαι. | |
Acts | StatResG | 2:42 | Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων, καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου, καὶ ταῖς προσευχαῖς. | |
Acts | StatResG | 2:43 | ¶Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά δὲ τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. | |
Acts | StatResG | 2:45 | καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσιν, καθότι ἄν τις χρείαν εἶχεν. | |
Acts | StatResG | 2:46 | Καθʼ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατʼ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, | |