ACTS
Chapter 4
Acts | StatResG | 4:1 | ¶Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἀρχιερεῖς, καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ, καὶ οἱ Σαδδουκαῖοι, | |
Acts | StatResG | 4:2 | διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν, καὶ καταγγέλλειν ἐν τῷ ˚Ἰησοῦ τὴν ἀνάστασιν, τὴν ἐκ νεκρῶν. | |
Acts | StatResG | 4:3 | Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη. | |
Acts | StatResG | 4:4 | Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον, ἐπίστευσαν καὶ ἐγενήθη ἀριθμὸς τῶν ἀνδρῶν ὡς χιλιάδες πέντε. | |
Acts | StatResG | 4:5 | ¶Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλήμ, | |
Acts | StatResG | 4:6 | καὶ Ἅννας ὁ ἀρχιερεὺς, καὶ Καϊάφας, καὶ Ἰωάννης, καὶ Ἀλέξανδρος, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. | |
Acts | StatResG | 4:7 | Καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ, ἐπυνθάνοντο, “Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;” | |
Acts | StatResG | 4:8 | Τότε Πέτρος πλησθεὶς ˚Πνεύματος Ἁγίου, εἶπεν πρὸς αὐτούς, “Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, | |
Acts | StatResG | 4:9 | εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, | |
Acts | StatResG | 4:10 | γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ, ὅτι ἐν τῷ ὀνόματι ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ ˚Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. | |
Acts | StatResG | 4:11 | Οὗτός ἐστιν ‘ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφʼ ὑμῶν, τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας’. | |
Acts | StatResG | 4:12 | Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.” | |
Acts | StatResG | 4:13 | ¶Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ ˚Ἰησοῦ ἦσαν. | |
Acts | StatResG | 4:14 | Τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα, τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. | |
Acts | StatResG | 4:16 | λέγοντες, “Τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι. | |
Acts | StatResG | 4:17 | Ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.” | |
Acts | StatResG | 4:18 | Καὶ καλέσαντες αὐτοὺς, παρήγγειλαν καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ ˚Ἰησοῦ. | |
Acts | StatResG | 4:19 | Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς, “Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ ˚Θεοῦ, ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ ˚Θεοῦ, κρίνατε. | |
Acts | StatResG | 4:21 | Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν ˚Θεὸν ἐπὶ τῷ γεγονότι. | |
Acts | StatResG | 4:22 | Ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος, ἐφʼ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως. | |
Acts | StatResG | 4:23 | ¶Ἀπολυθέντες δὲ, ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν. | |
Acts | StatResG | 4:24 | Οἱ δὲ ἀκούσαντες, ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν ˚Θεὸν καὶ εἶπαν, “Δέσποτα, σὺ ὁ ‘ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς’, | |
Acts | StatResG | 4:25 | ὁ τοῦ πατρὸς ἡμῶν, διὰ ˚Πνεύματος Ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών, ‘Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; | |
Acts | StatResG | 4:26 | Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ ˚Κυρίου, καὶ κατὰ τοῦ ˚Χριστοῦ αὐτοῦ.’ | |
Acts | StatResG | 4:27 | Συνήχθησαν γὰρ ἐπʼ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου ˚Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, | |
Acts | StatResG | 4:29 | Καὶ τὰ νῦν, ˚Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου, μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, | |
Acts | StatResG | 4:30 | ἐν τῷ τὴν χεῖρα ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα, καὶ τέρατα, γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου, ˚Ἰησοῦ.” | |
Acts | StatResG | 4:31 | Καὶ δεηθέντων αὐτῶν, ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ Ἁγίου ˚Πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ ˚Θεοῦ μετὰ παρρησίας. | |
Acts | StatResG | 4:32 | ¶Τοῦ δὲ πλήθους τῶν πιστευσάντων, ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλʼ ἦν αὐτοῖς πάντα κοινά. | |
Acts | StatResG | 4:33 | Καὶ δυνάμει μεγάλῃ, ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τοῦ ˚Κυρίου ˚Ἰησοῦ, τῆς ἀναστάσεως, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. | |
Acts | StatResG | 4:34 | Οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, | |
Acts | StatResG | 4:35 | καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. | |
Acts | StatResG | 4:36 | Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς, ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον, “Υἱὸς παρακλήσεως”, Λευίτης, Κύπριος τῷ γένει, | |