Site uses cookies to provide basic functionality.

OK
ACTS
Prev Up Next Toggle notes
Chapter 16
Acts StatResG 16:1  ¶Κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν. Καὶ ἰδοὺ, μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος,
Acts StatResG 16:2  ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
Acts StatResG 16:3  Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.
Acts StatResG 16:4  Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις.
Acts StatResG 16:5  Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθʼ ἡμέραν.
Acts StatResG 16:6  ¶Διῆλθον δὲ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου ˚Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
Acts StatResG 16:7  ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν, ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ ˚Πνεῦμα ˚Ἰησοῦ·
Acts StatResG 16:8  παρελθόντες δὲ τὴν Μυσίαν, κατέβησαν εἰς Τρῳάδα.
Acts StatResG 16:9  Καὶ ὅραμα διὰ νυκτὸς τῷ Παύλῳ ὤφθη, ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων, “Διαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν.”
Acts StatResG 16:10  Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ˚Θεὸς εὐαγγελίσασθαι αὐτούς.
Acts StatResG 16:11  ¶Ἀναχθέντες οὖν ἀπὸ Τρῳάδος, εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νέαν Πόλιν,
Acts StatResG 16:12  κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. Ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
Acts StatResG 16:13  Τῇ τε ἡμέρᾳ τῶν Σαββάτων, ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν, οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
Acts StatResG 16:14  Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν ˚Θεόν ἤκουεν, ἧς ὁ ˚Κύριος διήνοιξεν τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
Acts StatResG 16:15  Ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, “Εἰ κεκρίκατέ με πιστὴν τῷ ˚Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μένετε.” Καὶ παρεβιάσατο ἡμᾶς.
Acts StatResG 16:16  ¶Ἐγένετο δὲ, πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνα, ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη.
Acts StatResG 16:17  Αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα, “Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ ˚Θεοῦ τοῦ Ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.”
Acts StatResG 16:18  Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ Παῦλος, καὶ ἐπιστρέψας τῷ Πνεύματι εἶπεν, “Παραγγέλλω σοι ἐν ὀνόματι ˚Ἰησοῦ ˚Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς.” Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
Acts StatResG 16:19  ¶Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
Acts StatResG 16:20  καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπαν, “Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες,
Acts StatResG 16:21  καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσιν.”
Acts StatResG 16:22  Καὶ συνεπέστη ὁ ὄχλος κατʼ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια, ἐκέλευον ῥαβδίζειν.
Acts StatResG 16:23  Πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
Acts StatResG 16:24  ὃς παραγγελίαν τοιαύτην λαβὼν, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
Acts StatResG 16:25  ¶Κατὰ δὲ τὸ μεσονύκτιον, Παῦλος καὶ Σιλᾶς προσευχόμενοι, ὕμνουν τὸν ˚Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.
Acts StatResG 16:26  Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
Acts StatResG 16:27  Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
Acts StatResG 16:28  Ἐφώνησεν δὲ φωνῇ μεγάλῃ Παῦλος λέγων, “Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.”
Acts StatResG 16:29  Αἰτήσας δὲ φῶτα, εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος, προσέπεσεν τῷ Παύλῳ καὶ Σιλᾷ.
Acts StatResG 16:30  Καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, “Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ;”
Acts StatResG 16:31  Οἱ δὲ εἶπαν, “Πίστευσον ἐπὶ τὸν ˚Κύριον ˚Ἰησοῦν καὶ σωθήσῃ, σὺ καὶ ὁ οἶκός σου.”
Acts StatResG 16:32  Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ ˚Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Acts StatResG 16:33  Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη, αὐτὸς καὶ οἱ αὐτοῦ ἅπαντες παραχρῆμα.
Acts StatResG 16:34  Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον, παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ, πεπιστευκὼς τῷ ˚Θεῷ.
Acts StatResG 16:35  ¶Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, “Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.”
Acts StatResG 16:36  Ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον: ὅτι “Ἀπέσταλκαν οἱ στρατηγοὶ, ἵνα ἀπολυθῆτε. Νῦν οὖν ἐξελθόντες, πορεύεσθε ἐν εἰρήνῃ.”
Acts StatResG 16:37  Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς, “Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ, ἡμᾶς ἐξαγαγέτωσαν.”
Acts StatResG 16:38  Ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα. Ἐφοβήθησαν δὲ, ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν.
Acts StatResG 16:39  Καὶ ἐλθόντες, παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες, ἠρώτων ἀπελθεῖν Ἀπὸ τῆς πόλεως.
Acts StatResG 16:40  Ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς, εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες, παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθον.