ACTS
Chapter 7
Acts | StatResG | 7:2 | Ὁ δὲ ἔφη, “Ἄνδρες, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε! Ὁ ˚Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ, ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, | |
Acts | StatResG | 7:3 | καὶ εἶπεν πρὸς αὐτόν, ‘Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.’ | |
Acts | StatResG | 7:4 | Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων, κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε. | |
Acts | StatResG | 7:5 | Καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο ‘δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν, καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν’, οὐκ ὄντος αὐτῷ τέκνου. | |
Acts | StatResG | 7:6 | Ἐλάλησεν δὲ οὕτως ὁ ˚Θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ, ‘πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια. | |
Acts | StatResG | 7:7 | Καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν, κρινῶ ἐγώ’, ὁ ˚Θεὸς εἶπεν, ‘Καὶ μετὰ ταῦτα, ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.’ | |
Acts | StatResG | 7:8 | Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας. | |
Acts | StatResG | 7:9 | ¶Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ, ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ ˚Θεὸς μετʼ αὐτοῦ, | |
Acts | StatResG | 7:10 | καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ, βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον, καὶ ἐφʼ ὅλον τὸν οἶκον αὐτοῦ. | |
Acts | StatResG | 7:11 | Ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν, καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. | |
Acts | StatResG | 7:12 | Ἀκούσας δὲ Ἰακὼβ, ὄντα σιτία εἰς Αἴγυπτον, ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον. | |
Acts | StatResG | 7:13 | Καὶ ἐν τῷ δευτέρῳ, ἐγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ. | |
Acts | StatResG | 7:14 | Ἀποστείλας δὲ, Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ, τὸν πατέρα αὐτοῦ, καὶ πᾶσαν τὴν συγγένειαν, ἐν ψυχαῖς ἑβδομήκοντα πέντε. | |
Acts | StatResG | 7:16 | καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι, ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ. | |
Acts | StatResG | 7:17 | ¶Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας, ἧς ὡμολόγησεν ὁ ˚Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, | |
Acts | StatResG | 7:19 | Οὗτος, κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσεν τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι. | |
Acts | StatResG | 7:20 | Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ ˚Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός. | |
Acts | StatResG | 7:21 | Ἐκτεθέντος δὲ αὐτοῦ, ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. | |
Acts | StatResG | 7:22 | Καὶ ἐπαιδεύθη Μωϋσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. | |
Acts | StatResG | 7:23 | ¶Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ, τοὺς υἱοὺς Ἰσραήλ. | |
Acts | StatResG | 7:24 | Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον. | |
Acts | StatResG | 7:25 | Ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς ὅτι ὁ ˚Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν. | |
Acts | StatResG | 7:26 | Τῇ τε ἐπιούσῃ ἡμέρᾳ, ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην, εἰπών, ‘Ἄνδρες, ἀδελφοί ἐστε. Ἱνα τί ἀδικεῖτε ἀλλήλους;’ | |
Acts | StatResG | 7:27 | Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών, ‘Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ἡμῶν; | |
Acts | StatResG | 7:29 | ‘Ἔφυγεν δὲ Μωϋσῆς’ ἐν τῷ λόγῳ τούτῳ, ‘καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ’, οὗ ἐγέννησεν υἱοὺς δύο. | |
Acts | StatResG | 7:30 | ¶Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα, ‘ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ Ὄρους Σινᾶ, ἄγγελος ἐν φλογὶ πυρὸς βάτου’. | |
Acts | StatResG | 7:31 | Ὁ δὲ Μωϋσῆς ἰδὼν, ἐθαύμασεν τὸ ὅραμα. Προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ ˚Κυρίου: | |
Acts | StatResG | 7:32 | ‘Ἐγὼ ὁ ˚Θεὸς τῶν πατέρων σου, ὁ ˚Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ.’ Ἔντρομος δὲ γενόμενος, Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. | |
Acts | StatResG | 7:33 | Εἶπεν δὲ αὐτῷ ὁ ˚Κύριος, ‘Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφʼ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.’ | |
Acts | StatResG | 7:34 | ‘Ἰδὼν, εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς’· ‘Καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴγυπτον.’ | |
Acts | StatResG | 7:35 | ¶Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες, ‘Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν;’ Τοῦτον ὁ ˚Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν, σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. | |
Acts | StatResG | 7:36 | Οὗτος ἐξήγαγεν αὐτοὺς, ποιήσας τέρατα καὶ σημεῖα ἐν τῇ Αἰγύπτῳ, καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ, ἔτη τεσσεράκοντα. | |
Acts | StatResG | 7:37 | Οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ, ‘Προφήτην ὑμῖν ἀναστήσει ὁ ˚Θεὸς, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.’ | |
Acts | StatResG | 7:38 | Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ, μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ Ὄρει Σινᾶ, καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν· | |
Acts | StatResG | 7:39 | ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, | |
Acts | StatResG | 7:40 | εἰπόντες τῷ Ἀαρών, ‘Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν. Ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.’ | |
Acts | StatResG | 7:41 | Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. | |
Acts | StatResG | 7:42 | Ἔστρεψεν δὲ ὁ ˚Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, ‘Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι, ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; | |
Acts | StatResG | 7:43 | Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥομφά, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.’ | |
Acts | StatResG | 7:44 | ¶Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει, | |
Acts | StatResG | 7:45 | ἣν καὶ εἰσήγαγον, διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ˚Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ ˚Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυίδ· | |
Acts | StatResG | 7:49 | ‘Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; Λέγει ˚Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; | |
Acts | StatResG | 7:51 | ¶Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ ˚Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. | |
Acts | StatResG | 7:52 | Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε! | |
Acts | StatResG | 7:54 | ¶Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν. | |
Acts | StatResG | 7:55 | Ὑπάρχων δὲ πλήρης ˚Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδεν δόξαν ˚Θεοῦ, καὶ ˚Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ ˚Θεοῦ, | |
Acts | StatResG | 7:56 | καὶ εἶπεν, “Ἰδοὺ, θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους, καὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ ˚Θεοῦ.” | |
Acts | StatResG | 7:57 | Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν. | |
Acts | StatResG | 7:58 | Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν, παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. | |
Acts | StatResG | 7:59 | Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, “˚Κύριε ˚Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.” | |