ACTS
Chapter 9
Acts | StatResG | 9:1 | ¶Ὁ δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ ˚Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, | |
Acts | StatResG | 9:2 | ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ, ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. | |
Acts | StatResG | 9:3 | Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ. | |
Acts | StatResG | 9:4 | Καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, “Σαοὺλ, Σαούλ, τί με διώκεις;” | |
Acts | StatResG | 9:7 | Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. | |
Acts | StatResG | 9:8 | Ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδὲν ἔβλεπεν. Χειραγωγοῦντες δὲ αὐτὸν, εἰσήγαγον εἰς Δαμασκόν. | |
Acts | StatResG | 9:10 | ¶Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ ˚Κύριος, “Ἁνανία.” Ὁ δὲ εἶπεν, “Ἰδοὺ, ἐγώ, ˚Κύριε.” | |
Acts | StatResG | 9:11 | Ὁ δὲ ˚Κύριος πρὸς αὐτόν, “Ἀναστὰς, πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ, προσεύχεται | |
Acts | StatResG | 9:12 | καὶ εἶδεν ἄνδρα ἐν ὁράματι, Ἁνανίαν ὀνόματι, εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας, ὅπως ἀναβλέψῃ.” | |
Acts | StatResG | 9:13 | Ἀπεκρίθη δὲ Ἁνανίας, “˚Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ· | |
Acts | StatResG | 9:14 | καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.” | |
Acts | StatResG | 9:15 | Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ˚Κύριος, “Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν τε καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ, | |
Acts | StatResG | 9:17 | Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν, “Σαοὺλ, ἀδελφέ, ὁ ˚Κύριος ἀπέσταλκέν με ˚Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς ˚Πνεύματος Ἁγίου.” | |
Acts | StatResG | 9:18 | Καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη, | |
Acts | StatResG | 9:19 | καὶ λαβὼν τροφὴν, ἐνισχύθη. ¶Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς. | |
Acts | StatResG | 9:20 | Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς, ἐκήρυσσεν τὸν ˚Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ. | |
Acts | StatResG | 9:21 | Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες, καὶ ἔλεγον, “Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει, ἵνα δεδεμένους, αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;” | |
Acts | StatResG | 9:22 | Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυννεν Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ ˚Χριστός. | |
Acts | StatResG | 9:24 | ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσιν· | |
Acts | StatResG | 9:25 | λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους, καθῆκαν αὐτὸν, χαλάσαντες ἐν σπυρίδι. | |
Acts | StatResG | 9:26 | ¶Παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ, ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς. Καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. | |
Acts | StatResG | 9:27 | Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν, ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν ˚Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ˚Ἰησοῦ. | |
Acts | StatResG | 9:28 | Καὶ ἦν μετʼ αὐτῶν, εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου. | |
Acts | StatResG | 9:30 | Ἐπιγνόντες δὲ, οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. | |
Acts | StatResG | 9:31 | ¶Ἡ μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας, καὶ Γαλιλαίας, καὶ Σαμαρείας, εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ ˚Κυρίου, καὶ τῇ παρακλήσει τοῦ Ἁγίου ˚Πνεύματος, ἐπληθύνετο. | |
Acts | StatResG | 9:32 | ¶Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. | |
Acts | StatResG | 9:33 | Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος. | |
Acts | StatResG | 9:34 | Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, “Αἰνέα, ἰᾶταί σε ˚Ἰησοῦς ˚Χριστός· ἀνάστηθι, καὶ στρῶσον σεαυτῷ.” Καὶ εὐθέως ἀνέστη. | |
Acts | StatResG | 9:35 | Καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν ˚Κύριον. | |
Acts | StatResG | 9:36 | ¶Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται, “Δορκάς”. Αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν, καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. | |
Acts | StatResG | 9:37 | Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. | |
Acts | StatResG | 9:38 | Ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες, “Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν.” | |
Acts | StatResG | 9:39 | Ἀναστὰς δὲ, Πέτρος συνῆλθεν αὐτοῖς, ὃν παραγενόμενον, ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι, κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς. | |
Acts | StatResG | 9:40 | Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος, καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, “Ταβιθά, ἀνάστηθι!” Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισεν. | |
Acts | StatResG | 9:41 | Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. | |