ACTS
Chapter 17
Acts | StatResG | 17:1 | ¶Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων. | |
Acts | StatResG | 17:2 | Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν πρὸς αὐτοὺς, καὶ ἐπὶ Σάββατα τρία, διελέξατο αὐτοῖς ἀπὸ τῶν Γραφῶν, | |
Acts | StatResG | 17:3 | διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν ˚Χριστὸν ἔδει παθεῖν, καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι “Οὗτός ἐστιν ˚Χριστὸς, ˚Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.” | |
Acts | StatResG | 17:4 | Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. | |
Acts | StatResG | 17:5 | Ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν, καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον. | |
Acts | StatResG | 17:6 | Μὴ εὑρόντες δὲ αὐτοὺς, ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας βοῶντες, ὅτι “Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, | |
Acts | StatResG | 17:7 | οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι ˚Ἰησοῦν.” | |
Acts | StatResG | 17:10 | ¶Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι, εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν. | |
Acts | StatResG | 17:11 | Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, καθʼ ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως. | |
Acts | StatResG | 17:12 | Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων, καὶ ἀνδρῶν οὐκ ὀλίγοι. | |
Acts | StatResG | 17:13 | Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ ˚Θεοῦ, ἦλθον κἀκεῖ, σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους. | |
Acts | StatResG | 17:14 | Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ, πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν· ὑπέμεινάν τε ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ. | |
Acts | StatResG | 17:15 | Οἱ δὲ καθιστάνοντες τὸν Παῦλον, ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν, ἐξῄεσαν. | |
Acts | StatResG | 17:16 | ¶Ἐν δὲ ταῖς Ἀθήναις, ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. | |
Acts | StatResG | 17:17 | Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις, καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. | |
Acts | StatResG | 17:18 | Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον, “Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν;” Οἱ δέ, “Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι”· ὅτι τὸν ˚Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. | |
Acts | StatResG | 17:19 | Ἐπιλαβόμενοι δὲ αὐτοῦ, ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον λέγοντες, “Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη, ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; | |
Acts | StatResG | 17:20 | Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι.” | |
Acts | StatResG | 17:21 | (Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν, ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον.) | |
Acts | StatResG | 17:22 | ¶Σταθεὶς δὲ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη, “Ἄνδρες, Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. | |
Acts | StatResG | 17:23 | Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ‘Ἀγνώστῳ ˚Θεῷ.’ Ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν. | |
Acts | StatResG | 17:24 | Ὁ ˚Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων ˚Κύριος, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, | |
Acts | StatResG | 17:25 | οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν, καὶ πνοὴν, καὶ τὰ πάντα· | |
Acts | StatResG | 17:26 | ἐποίησέν τε ἐξ ἑνὸς, πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, | |
Acts | StatResG | 17:27 | ζητεῖν τὸν ˚Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. | |
Acts | StatResG | 17:28 | Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν, ‘Τοῦ γὰρ καὶ γένος ἐσμέν.’ | |
Acts | StatResG | 17:29 | Γένος οὖν ὑπάρχοντες τοῦ ˚Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. | |
Acts | StatResG | 17:30 | Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ ˚Θεὸς, τὰ νῦν ἀπαγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, | |
Acts | StatResG | 17:31 | καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.” | |
Acts | StatResG | 17:32 | ¶Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν, “Ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν.” | |