ACTS
Chapter 11
Acts | StatResG | 11:1 | ¶Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ ˚Θεοῦ. | |
Acts | StatResG | 11:5 | “Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· | |
Acts | StatResG | 11:6 | εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. | |
Acts | StatResG | 11:8 | Εἶπον δέ, ‘Μηδαμῶς, ˚Κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.’ | |
Acts | StatResG | 11:9 | Ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, ‘Ἃ ὁ ˚Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.’ | |
Acts | StatResG | 11:11 | Καὶ ἰδοὺ, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. | |
Acts | StatResG | 11:12 | Εἶπεν δὲ τὸ ˚Πνεῦμά μοι, συνελθεῖν αὐτοῖς, μηδὲν διακρίναντα. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. | |
Acts | StatResG | 11:13 | Ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ, σταθέντα καὶ εἰπόντα, ‘Ἀπόστειλον εἰς Ἰόππην, καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον, | |
Acts | StatResG | 11:15 | Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἐπʼ αὐτοὺς, ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ. | |
Acts | StatResG | 11:16 | Ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ ˚Κυρίου, ὡς ἔλεγεν, ‘Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν ˚Πνεύματι Ἁγίῳ.’ | |
Acts | StatResG | 11:17 | Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ ˚Θεὸς, ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν ˚Κύριον ˚Ἰησοῦν ˚Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν ˚Θεόν;” | |
Acts | StatResG | 11:18 | Ἀκούσαντες δὲ ταῦτα, ἡσύχασαν καὶ ἐδόξασαν τὸν ˚Θεὸν λέγοντες, “Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ ˚Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.” | |
Acts | StatResG | 11:19 | ¶Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης, καὶ Κύπρου, καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. | |
Acts | StatResG | 11:20 | Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες, Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν ˚Κύριον ˚Ἰησοῦν. | |
Acts | StatResG | 11:21 | Καὶ ἦν χεὶρ ˚Κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας, ἐπέστρεψεν ἐπὶ τὸν ˚Κύριον. | |
Acts | StatResG | 11:22 | Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἕως Ἀντιοχείας· | |
Acts | StatResG | 11:23 | ὃς παραγενόμενος, καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ ˚Θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ ˚Κυρίῳ, | |
Acts | StatResG | 11:24 | ὅτι ἦν ἀνὴρ ἀγαθὸς, καὶ πλήρης ˚Πνεύματος Ἁγίου καὶ πίστεως. Καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ ˚Κυρίῳ. | |
Acts | StatResG | 11:26 | καὶ εὑρὼν, ἤγαγεν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς, Χριστιανούς. | |
Acts | StatResG | 11:28 | Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος, ἐσήμανεν διὰ τοῦ ˚Πνεύματος, λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου. | |
Acts | StatResG | 11:29 | Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· | |