Site uses cookies to provide basic functionality.

OK
ACTS
Prev Up Next Toggle notes
Chapter 10
Acts StatResG 10:1  ¶Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ Σπείρης τῆς καλουμένης Ἰταλικῆς,
Acts StatResG 10:2  εὐσεβὴς καὶ φοβούμενος τὸν ˚Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ ˚Θεοῦ διὰ παντός.
Acts StatResG 10:3  Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ ˚Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ, “Κορνήλιε!”
Acts StatResG 10:4  Ὁ δὲ, ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος, εἶπεν, “Τί ἐστιν, κύριε;” Εἶπεν δὲ αὐτῷ, “Αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου, ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ ˚Θεοῦ.
Acts StatResG 10:5  Καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην, καὶ μετάπεμψαι Σίμωνά τινα, ὃς ἐπικαλεῖται Πέτρος.
Acts StatResG 10:6  Οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.”
Acts StatResG 10:7  Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῷ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
Acts StatResG 10:8  καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
Acts StatResG 10:9  ¶Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην.
Acts StatResG 10:10  Ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι, παρασκευαζόντων δὲ αὐτῶν, ἐγένετο ἐπʼ αὐτὸν ἔκστασις,
Acts StatResG 10:11  καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς,
Acts StatResG 10:12  ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα, καὶ ἑρπετὰ τῆς γῆς, καὶ πετεινὰ τοῦ οὐρανοῦ.
Acts StatResG 10:13  Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν: “Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε!”
Acts StatResG 10:14  Ὁ δὲ Πέτρος εἶπεν, “Μηδαμῶς, ˚Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.”
Acts StatResG 10:15  Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν: “Ἃ ὁ ˚Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.”
Acts StatResG 10:16  Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
Acts StatResG 10:17  ¶Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος, τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα.
Acts StatResG 10:18  Καὶ φωνήσαντες, ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται.
Acts StatResG 10:19  Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν τὸ ˚Πνεῦμα, αὐτῷ, “Ἰδοὺ, ἄνδρες τρεῖς ζητοῦσίν σε.
Acts StatResG 10:20  Ἀλλὰ ἀναστὰς, κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.”
Acts StatResG 10:21  Καταβὰς δὲ, Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, “Ἰδοὺ, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία διʼ ἣν πάρεστε;”
Acts StatResG 10:22  Οἱ δὲ εἶπαν, “Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν ˚Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου, μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.”
Acts StatResG 10:23  Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. ¶Τῇ δὲ ἐπαύριον ἀναστὰς, ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ.
Acts StatResG 10:24  Τῇ δὲ ἐπαύριον, εἰσῆλθεν εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
Acts StatResG 10:25  Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν.
Acts StatResG 10:26  Ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων, “Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.”
Acts StatResG 10:27  Καὶ συνομιλῶν αὐτῷ, εἰσῆλθεν καὶ εὑρίσκει συνεληλυθότας πολλούς.
Acts StatResG 10:28  Ἔφη τε πρὸς αὐτούς, “Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ. Κἀμοὶ ὁ ˚Θεὸς ἔδειξεν, μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον.
Acts StatResG 10:29  Διὸ καὶ ἀναντιρρήτως ἦλθον, μεταπεμφθείς. Πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με;”
Acts StatResG 10:30  ¶Καὶ ὁ Κορνήλιος ἔφη, “Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας, ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
Acts StatResG 10:31  καὶ φησίν, ‘Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ ˚Θεοῦ.
Acts StatResG 10:32  Πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος, βυρσέως παρὰ θάλασσαν.’
Acts StatResG 10:33  Ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ ˚Θεοῦ πάρεσμεν, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ ˚Κυρίου.”
Acts StatResG 10:34  ¶Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν, “Ἐπʼ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ ˚Θεός,
Acts StatResG 10:35  ἀλλʼ ἐν παντὶ ἔθνει, ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν.
Acts StatResG 10:36  Τὸν λόγον ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ ˚Ἰησοῦ ˚Χριστοῦ· οὗτός ἐστιν πάντων ˚Κύριος.
Acts StatResG 10:37  Ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθʼ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
Acts StatResG 10:38  ˚Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ ˚Θεὸς ˚Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ ˚Θεὸς ἦν μετʼ αὐτοῦ.
Acts StatResG 10:39  Καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν, κρεμάσαντες ἐπὶ ξύλου.
Acts StatResG 10:40  Τοῦτον ὁ ˚Θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
Acts StatResG 10:41  οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ ˚Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.
Acts StatResG 10:42  Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ ˚Θεοῦ, κριτὴς ζώντων καὶ νεκρῶν.
Acts StatResG 10:43  Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ, πάντα τὸν πιστεύοντα εἰς αὐτόν.”
Acts StatResG 10:44  ¶Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
Acts StatResG 10:45  Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ, ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη, ἡ δωρεὰ τοῦ Ἁγίου ˚Πνεύματος ἐκκέχυται.
Acts StatResG 10:46  Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν ˚Θεόν. Τότε ἀπεκρίθη Πέτρος,
Acts StatResG 10:47  “Μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἔλαβον, ὡς καὶ ἡμεῖς;”
Acts StatResG 10:48  Προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι ˚Ἰησοῦ ˚Χριστοῦ βαπτισθῆναι. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.