Site uses cookies to provide basic functionality.

OK
ACTS
Prev Up Next Toggle notes
Chapter 22
Acts StatResG 22:1  “Ἄνδρες, ἀδελφοὶ, καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.”
Acts StatResG 22:2  (Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν.) Καὶ φησίν:
Acts StatResG 22:3  “Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ ˚Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον,
Acts StatResG 22:4  ὃς ταύτην τὴν Ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς, ἄνδρας τε καὶ γυναῖκας,
Acts StatResG 22:5  ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας, δεδεμένους εἰς Ἰερουσαλὴμ, ἵνα τιμωρηθῶσιν.
Acts StatResG 22:6  ¶Ἐγένετο δέ μοι πορευομένῳ, καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ.
Acts StatResG 22:7  Ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, ‘Σαοὺλ, Σαούλ, τί με διώκεις;’
Acts StatResG 22:8  Ἐγὼ δὲ ἀπεκρίθην, ‘Τίς εἶ, κύριε;’ Εἶπέν τε πρὸς ἐμέ, ‘Ἐγώ εἰμι ˚Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις.’
Acts StatResG 22:9  Οἱ δὲ σὺν ἐμοὶ ὄντες, τὸ μὲν φῶς ἐθεάσαντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
Acts StatResG 22:10  Εἶπον δέ, ‘Τί ποιήσω, ˚Κύριε;’ Ὁ δὲ ˚Κύριος εἶπεν πρός με, ‘Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.’
Acts StatResG 22:11  Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν.
Acts StatResG 22:12  ¶Ἁνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
Acts StatResG 22:13  ἐλθὼν πρὸς ἐμὲ καὶ ἐπιστὰς, εἶπέν μοι, ‘Σαοὺλ, ἀδελφέ, ἀνάβλεψον.’ Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
Acts StatResG 22:14  Ὁ δὲ εἶπεν, ‘Ὁ ˚Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν Δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ.
Acts StatResG 22:15  Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας.
Acts StatResG 22:16  Καὶ νῦν τί μέλλεις; Ἀναστὰς, βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.’
Acts StatResG 22:17  ¶Ἐγένετο δέ μοι, ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει,
Acts StatResG 22:18  καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, ‘Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ.’
Acts StatResG 22:19  Κἀγὼ εἶπον, ‘˚Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς, τοὺς πιστεύοντας ἐπὶ σέ.
Acts StatResG 22:20  Καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς, καὶ συνευδοκῶν, καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.’
Acts StatResG 22:21  Καὶ εἶπεν πρός με, ‘Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.’”
Acts StatResG 22:22  ¶Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, “Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν!”
Acts StatResG 22:23  Κραυγαζόντων τε αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
Acts StatResG 22:24  ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
Acts StatResG 22:25  Ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, “Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον, ἔξεστιν ὑμῖν μαστίζειν;”
Acts StatResG 22:26  Ἀκούσας δὲ ὁ ἑκατοντάρχης, προσελθὼν τῷ χιλιάρχῳ, ἀπήγγειλεν λέγων, “Τί μέλλεις ποιεῖν; Ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.”
Acts StatResG 22:27  Προσελθὼν δὲ, ὁ χιλίαρχος εἶπεν αὐτῷ, “Λέγε μοι, σὺ Ῥωμαῖος εἶ;” Ὁ δὲ ἔφη, “Ναί.”
Acts StatResG 22:28  Ἀπεκρίθη δὲ ὁ χιλίαρχος, “Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην.” Ὁ δὲ Παῦλος ἔφη, “Ἐγὼ δὲ καὶ γεγέννημαι.”
Acts StatResG 22:29  Εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν, καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν, καὶ ὅτι αὐτὸν ἦν δεδεκώς.
Acts StatResG 22:30  ¶Τῇ δὲ ἐπαύριον, βουλόμενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ Συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον, ἔστησεν εἰς αὐτούς.