ACTS
Chapter 20
Acts | StatResG | 20:1 | ¶Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος, ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν. | |
Acts | StatResG | 20:2 | Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. | |
Acts | StatResG | 20:3 | Ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων, μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. | |
Acts | StatResG | 20:4 | Συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. | |
Acts | StatResG | 20:6 | Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν Ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ὅπου διετρίψαμεν ἡμέρας ἑπτά. | |
Acts | StatResG | 20:7 | ¶Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. | |
Acts | StatResG | 20:9 | Καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου, ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. | |
Acts | StatResG | 20:10 | Καταβὰς δὲ, ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν, “Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.” | |
Acts | StatResG | 20:11 | Ἀναβὰς δὲ, καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος, ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. | |
Acts | StatResG | 20:13 | ¶Ἡμεῖς δὲ, προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ διατεταγμένος, ἦν μέλλων αὐτὸς πεζεύειν. | |
Acts | StatResG | 20:15 | Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. | |
Acts | StatResG | 20:16 | Κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. | |
Acts | StatResG | 20:17 | ¶Ἀπὸ δὲ τῆς Μιλήτου, πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. | |
Acts | StatResG | 20:18 | Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς, “Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, | |
Acts | StatResG | 20:19 | δουλεύων τῷ ˚Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ δακρύων, καὶ πειρασμῶν, τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· | |
Acts | StatResG | 20:20 | ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους, | |
Acts | StatResG | 20:21 | διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν, τὴν εἰς ˚Θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν ˚Κύριον ἡμῶν, ˚Ἰησοῦν. ˚Χριστόν. | |
Acts | StatResG | 20:22 | Καὶ νῦν ἰδοὺ, δεδεμένος ἐγὼ τῷ ˚Πνεύματι, πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ἐμοὶ μὴ εἰδώς, | |
Acts | StatResG | 20:23 | πλὴν ὅτι τὸ ˚Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι, λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. | |
Acts | StatResG | 20:24 | Ἀλλʼ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειώσω τὸν δρόμον μου, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ ˚Κυρίου ˚Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ ˚Θεοῦ. | |
Acts | StatResG | 20:25 | ¶Καὶ νῦν ἰδοὺ, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν. | |
Acts | StatResG | 20:26 | Διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων, | |
Acts | StatResG | 20:28 | Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ˚Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. | |
Acts | StatResG | 20:29 | Ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου, | |
Acts | StatResG | 20:30 | καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν. | |
Acts | StatResG | 20:31 | Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν, οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. | |
Acts | StatResG | 20:32 | Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ ˚Θεῷ, καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. | |
Acts | StatResG | 20:34 | Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. | |
Acts | StatResG | 20:35 | Πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ ˚Κυρίου ˚Ἰησοῦ ὅτι αὐτὸς εἶπεν, ‘Μακάριόν ἐστιν μᾶλλον, διδόναι ἢ λαμβάνειν.’” | |
Acts | StatResG | 20:37 | Ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτόν, | |