Site uses cookies to provide basic functionality.

OK
ISAIAH
Prev Up Next Toggle notes
Chapter 24
Isai LXX 24:1  ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ
Isai LXX 24:2  καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει
Isai LXX 24:3  φθορᾷ φθαρήσεται ἡ γῆ καὶ προνομῇ προνομευθήσεται ἡ γῆ τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα
Isai LXX 24:4  ἐπένθησεν ἡ γῆ καὶ ἐφθάρη ἡ οἰκουμένη ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς
Isai LXX 24:5  ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον
Isai LXX 24:6  διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι
Isai LXX 24:7  πενθήσει οἶνος πενθήσει ἄμπελος στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν
Isai LXX 24:8  πέπαυται εὐφροσύνη τυμπάνων πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν πέπαυται φωνὴ κιθάρας
Isai LXX 24:9  ᾐσχύνθησαν οὐκ ἔπιον οἶνον πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν
Isai LXX 24:10  ἠρημώθη πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν
Isai LXX 24:11  ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς
Isai LXX 24:12  καὶ καταλειφθήσονται πόλεις ἔρημοι καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται
Isai LXX 24:13  ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν οὕτως καλαμήσονται αὐτούς καὶ ἐὰν παύσηται ὁ τρύγητος
Isai LXX 24:14  οὗτοι φωνῇ βοήσονται οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης
Isai LXX 24:15  διὰ τοῦτο ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται κύριε ὁ θεὸς Ισραηλ
Isai LXX 24:16  ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν ἐλπὶς τῷ εὐσεβεῖ καὶ ἐροῦσιν οὐαὶ τοῖς ἀθετοῦσιν οἱ ἀθετοῦντες τὸν νόμον
Isai LXX 24:17  φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ’ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς
Isai LXX 24:18  καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς
Isai LXX 24:19  ταραχῇ ταραχθήσεται ἡ γῆ καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ
Isai LXX 24:20  ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ ὡς ὁ μεθύων καὶ κραιπαλῶν καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι κατίσχυσεν γὰρ ἐπ’ αὐτῆς ἡ ἀνομία
Isai LXX 24:21  καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς
Isai LXX 24:22  καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν
Isai LXX 24:23  καὶ τακήσεται ἡ πλίνθος καὶ πεσεῖται τὸ τεῖχος ὅτι βασιλεύσει κύριος ἐν Σιων καὶ ἐν Ιερουσαλημ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται