Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 3
Matt StatResG 3:1  ¶Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας
Matt StatResG 3:2  λέγων, “Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ Βασιλεία τῶν Οὐρανῶν.”
Matt StatResG 3:3  Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος, “Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: ‘Ἑτοιμάσατε τὴν ὁδὸν ˚Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.’”
Matt StatResG 3:4  Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.
Matt StatResG 3:5  Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα, καὶ πᾶσα ἡ Ἰουδαία, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,
Matt StatResG 3:6  καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ Ποταμῷ ὑπʼ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Matt StatResG 3:7  ¶Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς, “Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Matt StatResG 3:8  Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας.
Matt StatResG 3:9  Καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ ˚Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
Matt StatResG 3:10  Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Matt StatResG 3:11  ¶Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν ˚Πνεύματι Ἁγίῳ καὶ πυρί.
Matt StatResG 3:12  Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.”
Matt StatResG 3:13  ¶Τότε παραγίνεται ὁ ˚Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπʼ αὐτοῦ.
Matt StatResG 3:14  Ὁ δὲ διεκώλυεν αὐτὸν λέγων, “Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;”
Matt StatResG 3:15  Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν πρὸς αὐτόν, “Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.” Τότε ἀφίησιν αὐτόν.
Matt StatResG 3:16  Βαπτισθεὶς δὲ, ὁ ˚Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ, ἀνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν τὸ ˚Πνεῦμα τοῦ ˚Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπʼ αὐτόν.
Matt StatResG 3:17  Καὶ ἰδοὺ, φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, “Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα.”