MATTHEW
Chapter 19
Matt | StatResG | 19:1 | ¶Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ ˚Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. | |
Matt | StatResG | 19:3 | ¶Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι, πειράζοντες αὐτὸν καὶ λέγοντες, “Εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;” | |
Matt | StatResG | 19:4 | Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπʼ ἀρχῆς, ‘ἄρσεν καὶ θῆλυ, ἐποίησεν αὐτοὺς’; | |
Matt | StatResG | 19:5 | Καὶ εἶπεν, ‘Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν’; | |
Matt | StatResG | 19:6 | Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ ˚Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.” | |
Matt | StatResG | 19:7 | Λέγουσιν αὐτῷ, “Τί οὖν Μωϋσῆς ἐνετείλατο ‘δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν’;” | |
Matt | StatResG | 19:8 | Λέγει αὐτοῖς, ὅτι “Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν, ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. | |
Matt | StatResG | 19:9 | Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται. Καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται.” | |
Matt | StatResG | 19:10 | ¶Λέγουσιν αὐτῷ οἱ μαθηταί, “Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.” | |
Matt | StatResG | 19:12 | Εἰσὶν γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν Βασιλείαν τῶν Οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω.” | |
Matt | StatResG | 19:13 | ¶Τότε προσηνέχθησαν αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. | |
Matt | StatResG | 19:14 | Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, “Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν.” | |
Matt | StatResG | 19:16 | ¶Καὶ ἰδοὺ, εἷς προσελθὼν αὐτῷ εἶπεν, “Διδάσκαλε, τί ἀγαθὸν ποιήσω, ἵνα σχῶ ζωὴν αἰώνιον;” | |
Matt | StatResG | 19:17 | Ὁ δὲ εἶπεν αὐτῷ, “Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Εἷς ἐστιν ὁ ἀγαθός. Εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρει τὰς ἐντολάς.” | |
Matt | StatResG | 19:18 | Λέγει αὐτῷ, “Ποίας;” Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, τὸ “Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις”, | |
Matt | StatResG | 19:21 | Ἔφη αὐτῷ ὁ ˚Ἰησοῦς, “Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο, ἀκολούθει μοι.” | |
Matt | StatResG | 19:22 | Ἀκούσας δὲ, ὁ νεανίσκος τὸν λόγον, ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά. | |
Matt | StatResG | 19:23 | ¶Ὁ δὲ ˚Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, “Ἀμὴν, λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν. | |
Matt | StatResG | 19:24 | Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.” | |
Matt | StatResG | 19:25 | Ἀκούσαντες δὲ, οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες, “Τίς ἄρα δύναται σωθῆναι;” | |
Matt | StatResG | 19:26 | Ἐμβλέψας δὲ ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ ˚Θεῷ πάντα δυνατά.” | |
Matt | StatResG | 19:27 | ¶Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, “Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;” | |
Matt | StatResG | 19:28 | Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. | |
Matt | StatResG | 19:29 | Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος, ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. | |