MATTHEW
Chapter 3
Matt | StatResG | 3:1 | ¶Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας | |
Matt | StatResG | 3:3 | Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος, “Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: ‘Ἑτοιμάσατε τὴν ὁδὸν ˚Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.’” | |
Matt | StatResG | 3:4 | Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. | |
Matt | StatResG | 3:5 | Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα, καὶ πᾶσα ἡ Ἰουδαία, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, | |
Matt | StatResG | 3:6 | καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ Ποταμῷ ὑπʼ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. | |
Matt | StatResG | 3:7 | ¶Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς, “Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; | |
Matt | StatResG | 3:9 | Καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ ˚Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. | |
Matt | StatResG | 3:10 | Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. | |
Matt | StatResG | 3:11 | ¶Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν ˚Πνεύματι Ἁγίῳ καὶ πυρί. | |
Matt | StatResG | 3:12 | Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.” | |
Matt | StatResG | 3:13 | ¶Τότε παραγίνεται ὁ ˚Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπʼ αὐτοῦ. | |
Matt | StatResG | 3:14 | Ὁ δὲ διεκώλυεν αὐτὸν λέγων, “Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;” | |
Matt | StatResG | 3:15 | Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν πρὸς αὐτόν, “Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.” Τότε ἀφίησιν αὐτόν. | |
Matt | StatResG | 3:16 | Βαπτισθεὶς δὲ, ὁ ˚Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ, ἀνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν τὸ ˚Πνεῦμα τοῦ ˚Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπʼ αὐτόν. | |