Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 25
Matt StatResG 25:1  ¶Τότε ὁμοιωθήσεται ἡ Βασιλεία τῶν Οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου.
Matt StatResG 25:2  Πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ, καὶ πέντε φρόνιμοι.
Matt StatResG 25:3  Αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθʼ ἑαυτῶν ἔλαιον·
Matt StatResG 25:4  αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις, μετὰ τῶν λαμπάδων ἑαυτῶν.
Matt StatResG 25:5  Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.
Matt StatResG 25:6  Μέσης δὲ νυκτὸς, κραυγὴ γέγονεν, ‘Ἰδοὺ, ὁ νυμφίος!’ Ἐξέρχεσθε εἰς ἀπάντησιν.
Matt StatResG 25:7  Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν.
Matt StatResG 25:8  Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον, ‘Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.’
Matt StatResG 25:9  Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι, ‘Μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς.’
Matt StatResG 25:10  Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετʼ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
Matt StatResG 25:11  Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι, ‘Κύριε, κύριε, ἄνοιξον ἡμῖν!’
Matt StatResG 25:12  Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‘Ἀμὴν, λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.’
Matt StatResG 25:13  Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν.
Matt StatResG 25:14  ¶Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν, ἐκάλεσεν τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ.
Matt StatResG 25:15  Καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως.
Matt StatResG 25:16  Πορευθεὶς, ὁ τὰ πέντε τάλαντα λαβὼν, ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε τάλαντα.
Matt StatResG 25:17  Ὡσαύτως καὶ ὁ τὰ δύο, ἐκέρδησεν ἄλλα δύο.
Matt StatResG 25:18  Ὁ δὲ τὸ ἓν λαβὼν, ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
Matt StatResG 25:19  Μετὰ δὲ πολὺν χρόνον, ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει λόγον μετʼ αὐτῶν.
Matt StatResG 25:20  Καὶ προσελθὼν ὁ, τὰ πέντε τάλαντα λαβὼν, προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων, ‘Κύριε, πέντε τάλαντά μοι παρέδωκας, ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα.’
Matt StatResG 25:21  Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, ‘Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! Ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.’
Matt StatResG 25:22  Προσελθὼν καὶ ὁ τὰ δύο τάλαντα εἶπεν, ‘Κύριε, δύο τάλαντά μοι παρέδωκας. Ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα.’
Matt StatResG 25:23  Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, ‘Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! Ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.’
Matt StatResG 25:24  Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, ‘Κύριε, ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας.
Matt StatResG 25:25  Καὶ φοβηθεὶς ἀπελθὼν, ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ. Ἴδε, ἔχεις τὸ σόν.’
Matt StatResG 25:26  Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, ‘Πονηρὲ Δοῦλε καὶ ὀκνηρέ! ἬΙδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;
Matt StatResG 25:27  Ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν, ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
Matt StatResG 25:28  Ἄρατε οὖν ἀπʼ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα.
Matt StatResG 25:29  Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, τοῦ δὲ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.
Matt StatResG 25:30  Καὶ τὸν ἀχρεῖον δοῦλον, ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.’
Matt StatResG 25:31  ¶Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετʼ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ.
Matt StatResG 25:32  Καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπʼ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων.
Matt StatResG 25:33  Καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
Matt StatResG 25:34  Τότε ἐρεῖ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, ‘Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
Matt StatResG 25:35  Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,
Matt StatResG 25:36  γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.’
Matt StatResG 25:37  Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες, ‘˚Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
Matt StatResG 25:38  Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
Matt StatResG 25:39  Πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε;’
Matt StatResG 25:40  Καὶ ἀποκριθεὶς ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς, ‘Ἀμὴν, λέγω ὑμῖν, ἐφʼ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.’
Matt StatResG 25:41  Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, ‘Πορεύεσθε ἀπʼ ἐμοῦ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Matt StatResG 25:42  Ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,
Matt StatResG 25:43  ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.’
Matt StatResG 25:44  Τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες, ‘˚Κύριε, πότε σε εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνὸν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι;’
Matt StatResG 25:45  Τότε ἀποκριθήσεται αὐτοῖς λέγων, ‘Ἀμὴν, λέγω ὑμῖν, ἐφʼ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.’
Matt StatResG 25:46  Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.”