Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 22
Matt StatResG 22:1  ¶Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων,
Matt StatResG 22:2  “Ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν ἀνθρώπῳ, βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.
Matt StatResG 22:3  Καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ, καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
Matt StatResG 22:4  Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων, ‘Εἴπατε τοῖς κεκλημένοις, “Ἰδοὺ, τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.”’
Matt StatResG 22:5  Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ.
Matt StatResG 22:6  Οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ, ὕβρισαν καὶ ἀπέκτειναν.
Matt StatResG 22:7  Ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
Matt StatResG 22:8  Τότε λέγει τοῖς δούλοις αὐτοῦ, ‘Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι.
Matt StatResG 22:9  Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε, καλέσατε εἰς τοὺς γάμους.’
Matt StatResG 22:10  Καὶ ἐξελθόντες, οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς, συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
Matt StatResG 22:11  Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·
Matt StatResG 22:12  καὶ λέγει αὐτῷ, ‘Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;’ Ὁ δὲ ἐφιμώθη.
Matt StatResG 22:13  Τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις, ‘Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.’
Matt StatResG 22:14  Πολλοὶ γάρ εἰσιν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.”
Matt StatResG 22:15  ¶Τότε πορευθέντες, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
Matt StatResG 22:16  Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντας, “Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ ˚Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.
Matt StatResG 22:17  Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;”
Matt StatResG 22:18  Γνοὺς δὲ ὁ ˚Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, “Τί με πειράζετε, ὑποκριταί;
Matt StatResG 22:19  Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.” Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
Matt StatResG 22:20  Καὶ λέγει αὐτοῖς, “Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;”
Matt StatResG 22:21  Λέγουσιν, “Καίσαρος.” Τότε λέγει αὐτοῖς, “Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ ˚Θεοῦ τῷ ˚Θεῷ.”
Matt StatResG 22:22  Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
Matt StatResG 22:23  ¶Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες, μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
Matt StatResG 22:24  λέγοντες, “Διδάσκαλε, Μωϋσῆς εἶπεν, ‘Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.’
Matt StatResG 22:25  Ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα, ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ.
Matt StatResG 22:26  Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά,
Matt StatResG 22:27  ὕστερον δὲ πάντων, ἀπέθανεν ἡ γυνή.
Matt StatResG 22:28  Ἐν τῇ ἀναστάσει οὖν, τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν.”
Matt StatResG 22:29  ¶Ἀποκριθεὶς δὲ, ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ ˚Θεοῦ.
Matt StatResG 22:30  Ἐν γὰρ τῇ ἀναστάσει, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλʼ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν.
Matt StatResG 22:31  Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ ˚Θεοῦ λέγοντος,
Matt StatResG 22:32  ‘Ἐγώ εἰμι ὁ ˚Θεὸς Ἀβραὰμ, καὶ ὁ ˚Θεὸς Ἰσαὰκ, καὶ ὁ ˚Θεὸς Ἰακώβ’; Οὐκ ἔστιν ὁ ˚Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.”
Matt StatResG 22:33  Καὶ ἀκούσαντες, οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Matt StatResG 22:34  ¶Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό.
Matt StatResG 22:35  Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικὸς πειράζων αὐτόν,
Matt StatResG 22:36  “Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;”
Matt StatResG 22:37  Ὁ δὲ ἔφη αὐτῷ, “‘Ἀγαπήσεις ˚Κύριον τὸν ˚Θεόν σου ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.’
Matt StatResG 22:38  Αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.
Matt StatResG 22:39  Δευτέρα ὁμοία αὐτῇ, ‘Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.’
Matt StatResG 22:40  Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς, ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.”
Matt StatResG 22:41  ¶Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ ˚Ἰησοῦς
Matt StatResG 22:42  λέγων, “Τί ὑμῖν δοκεῖ περὶ τοῦ ˚Χριστοῦ; Τίνος υἱός ἐστιν;” Λέγουσιν αὐτῷ, “Τοῦ Δαυίδ.”
Matt StatResG 22:43  Λέγει αὐτοῖς, “Πῶς οὖν Δαυὶδ ἐν ˚Πνεύματι καλεῖ ˚Κύριον αὐτὸν λέγων,
Matt StatResG 22:44  ‘Εἶπεν ˚Κύριος τῷ ˚Κυρίῳ μου, “Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου”’;
Matt StatResG 22:45  Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν, ‘˚Κύριον’, πῶς υἱὸς αὐτοῦ ἐστιν;”
Matt StatResG 22:46  Καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.