Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 15
Matt StatResG 15:1  ¶Τότε προσέρχονται τῷ ˚Ἰησοῦ ἀπὸ Ἱεροσολύμων, Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες,
Matt StatResG 15:2  “Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν.”
Matt StatResG 15:3  Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ ˚Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
Matt StatResG 15:4  Ὁ γὰρ ˚Θεὸς ἐνετείλατο λέγων, ‘Τίμα τὸν πατέρα καὶ τὴν μητέρα’, καί, ‘Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.’
Matt StatResG 15:5  Ὑμεῖς δὲ λέγετε, ‘Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, “Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς”,
Matt StatResG 15:6  οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ.’ Καὶ ἠκυρώσατε τὸν λόγον τοῦ ˚Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
Matt StatResG 15:7  Ὑποκριταί! Καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων,
Matt StatResG 15:8  ‘Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ.
Matt StatResG 15:9  Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.’”
Matt StatResG 15:10  ¶Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, “Ἀκούετε καὶ συνίετε!
Matt StatResG 15:11  Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.”
Matt StatResG 15:12  Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ, “Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;”
Matt StatResG 15:13  Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
Matt StatResG 15:14  Ἄφετε αὐτούς· ὁδηγοί εἰσιν τυφλοί τυφλὸς, δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.”
Matt StatResG 15:15  Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, “Φράσον ἡμῖν τὴν παραβολήν.”
Matt StatResG 15:16  Ὁ δὲ εἶπεν, “Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
Matt StatResG 15:17  Οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
Matt StatResG 15:18  Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
Matt StatResG 15:19  Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
Matt StatResG 15:20  Ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν, οὐ κοινοῖ τὸν ἄνθρωπον.”
Matt StatResG 15:21  ¶Καὶ ἐξελθὼν ἐκεῖθεν, ὁ ˚Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
Matt StatResG 15:22  Καὶ ἰδοὺ, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἔκραζεν λέγουσα, “Ἐλέησόν με, ˚Κύριε, Υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.”
Matt StatResG 15:23  Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες, οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, “Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.”
Matt StatResG 15:24  Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.”
Matt StatResG 15:25  Ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα, “˚Κύριε, βοήθει μοι!”
Matt StatResG 15:26  Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.”
Matt StatResG 15:27  Ἡ δὲ εἶπεν, “Ναί, ˚Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.”
Matt StatResG 15:28  Τότε ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν αὐτῇ, “Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις.” Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Matt StatResG 15:29  ¶Καὶ μεταβὰς ἐκεῖθεν, ὁ ˚Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος, ἐκάθητο ἐκεῖ.
Matt StatResG 15:30  Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ, ἔχοντες μεθʼ ἑαυτῶν χωλούς, κυλλούς, τυφλούς, κωφούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς·
Matt StatResG 15:31  ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, καὶ χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν ˚Θεὸν Ἰσραήλ.
Matt StatResG 15:32  ¶Ὁ δὲ ˚Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν, “Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.”
Matt StatResG 15:33  Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί, “Πόθεν ἡμῖν ἐν ἐρημίᾳ, ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;”
Matt StatResG 15:34  Καὶ λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Πόσους ἄρτους ἔχετε;” Οἱ δὲ εἶπον, “Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.”
Matt StatResG 15:35  Καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν,
Matt StatResG 15:36  ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
Matt StatResG 15:37  Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, ἑπτὰ σπυρίδας πλήρεις.
Matt StatResG 15:38  Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων.
Matt StatResG 15:39  Καὶ ἀπολύσας τοὺς ὄχλους, ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν.