MATTHEW
Chapter 20
Matt | StatResG | 20:1 | ¶Ὁμοία γάρ ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν ἀνθρώπῳ, οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. | |
Matt | StatResG | 20:2 | Συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. | |
Matt | StatResG | 20:4 | καὶ ἐκείνοις εἶπεν, ‘Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν.’ | |
Matt | StatResG | 20:6 | Περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς, ‘Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;’ | |
Matt | StatResG | 20:7 | Λέγουσιν αὐτῷ, ‘Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο.’ Λέγει αὐτοῖς, ‘Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα.’ | |
Matt | StatResG | 20:8 | Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, ‘Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.’ | |
Matt | StatResG | 20:10 | Καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται, καὶ ἔλαβον ἀνὰ δηνάριον καὶ αὐτοί. | |
Matt | StatResG | 20:12 | λέγοντες, ‘Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.’ | |
Matt | StatResG | 20:13 | Ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν, ‘Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησάς μοι; | |
Matt | StatResG | 20:15 | Ἢ οὐκ ἔξεστίν μοι, ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; Ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;’ | |
Matt | StatResG | 20:17 | ¶Καὶ ἀναβαίνων ὁ ˚Ἰησοῦς εἰς Ἱεροσόλυμα, παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατʼ ἰδίαν, καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς, | |
Matt | StatResG | 20:18 | “Ἰδοὺ, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, | |
Matt | StatResG | 20:19 | καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν, εἰς τὸ ἐμπαῖξαι, καὶ μαστιγῶσαι, καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.” | |
Matt | StatResG | 20:20 | ¶Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρʼ αὐτοῦ. | |
Matt | StatResG | 20:21 | Ὁ δὲ εἶπεν αὐτῇ, “Τί θέλεις;” Λέγει αὐτῷ, “Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.” | |
Matt | StatResG | 20:22 | Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν;” Λέγουσιν αὐτῷ, “Δυνάμεθα.” | |
Matt | StatResG | 20:23 | Λέγει αὐτοῖς, “Τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.” | |
Matt | StatResG | 20:25 | Ὁ δὲ ˚Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, “Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. | |
Matt | StatResG | 20:26 | Οὐχ οὕτως ἔσται ἐν ὑμῖν· ἀλλʼ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος, | |
Matt | StatResG | 20:28 | ὥσπερ ὁ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.” | |
Matt | StatResG | 20:30 | Καὶ ἰδοὺ, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι ˚Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, ˚Κύριε, Υἱὲ Δαυίδ. | |
Matt | StatResG | 20:31 | Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες, “˚Κύριε, ἐλέησον ἡμᾶς, Υἱὸς Δαυίδ.” | |