MATTHEW
Chapter 27
Matt | StatResG | 27:1 | ¶Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ ˚Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν· | |
Matt | StatResG | 27:3 | ¶Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν, ὅτι κατεκρίθη, μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις | |
Matt | StatResG | 27:6 | Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον, “Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.” | |
Matt | StatResG | 27:7 | Συμβούλιον δὲ λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως, εἰς ταφὴν τοῖς ξένοις. | |
Matt | StatResG | 27:9 | Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος, “Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο” ἀπὸ υἱῶν Ἰσραήλ, | |
Matt | StatResG | 27:11 | ¶Ὁ δὲ ˚Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων, “Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;” Ὁ δὲ ˚Ἰησοῦς ἔφη αὐτῷ, “Σὺ λέγεις.” | |
Matt | StatResG | 27:12 | Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. | |
Matt | StatResG | 27:17 | Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλᾶτος, “Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ ˚Ἰησοῦν, τὸν λεγόμενον ˚Χριστόν;” | |
Matt | StatResG | 27:19 | Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, “Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατʼ ὄναρ διʼ αὐτόν.” | |
Matt | StatResG | 27:20 | Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ ˚Ἰησοῦν ἀπολέσωσιν. | |
Matt | StatResG | 27:21 | Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, “Τίνα θέλετε ἀπὸ τῶν δύο, ἀπολύσω ὑμῖν;” Οἱ δὲ εἶπον, τὸν “Βαραββᾶν.” | |
Matt | StatResG | 27:22 | Λέγει αὐτοῖς ὁ Πιλᾶτος, “Τί οὖν ποιήσω ˚Ἰησοῦν, τὸν λεγόμενον ˚Χριστόν;” Λέγουσιν πάντες, “Σταυρωθήτω.” | |
Matt | StatResG | 27:23 | Ὁ δὲ ἔφη, “Τί γὰρ κακὸν ἐποίησεν;” Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, “Σταυρωθήτω.” | |
Matt | StatResG | 27:24 | Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων, “Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου. Ὑμεῖς ὄψεσθε.” | |
Matt | StatResG | 27:25 | Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν, “Τὸ αἷμα αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.” | |
Matt | StatResG | 27:26 | Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ ˚Ἰησοῦν φραγελλώσας, παρέδωκεν, ἵνα σταυρωθῇ. | |
Matt | StatResG | 27:27 | ¶Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν ˚Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπʼ αὐτὸν ὅλην τὴν σπεῖραν. | |
Matt | StatResG | 27:29 | καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιξαν αὐτῷ λέγοντες, “Χαῖρε, ὁ Βασιλεῦς τῶν Ἰουδαίων!” | |
Matt | StatResG | 27:30 | Καὶ ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. | |
Matt | StatResG | 27:31 | Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. | |
Matt | StatResG | 27:32 | ¶Ἐξερχόμενοι δὲ, εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα. Τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. | |
Matt | StatResG | 27:34 | Ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος, οὐκ ἠθέλησεν πιεῖν. | |
Matt | StatResG | 27:37 | Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην, “Οὗτός ἐστιν ˚Ἰησοῦς, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.” | |
Matt | StatResG | 27:40 | καὶ λέγοντες, “Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ ˚Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ!” | |
Matt | StatResG | 27:42 | “Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν ἐπʼ αὐτόν. | |
Matt | StatResG | 27:43 | ‘Πέποιθεν ἐπὶ τὸν ˚Θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν.’ Εἶπεν γὰρ, ὅτι ‘˚Θεοῦ εἰμι Υἱός.’” | |
Matt | StatResG | 27:46 | Περὶ δὲ τὴν ἐνάτην ὥραν, ἐβόησεν ὁ ˚Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, “Ἐλωί, Ἐλωί, λεμὰ σαβαχθάνι;” Τοῦτʼ ἔστιν, “˚Θεέ μου, ˚Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;” | |
Matt | StatResG | 27:48 | Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν. | |
Matt | StatResG | 27:51 | Καὶ ἰδοὺ, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπʼ ἄνωθεν ἕως κάτω, εἰς δύο καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, | |
Matt | StatResG | 27:53 | καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. | |
Matt | StatResG | 27:54 | Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετʼ αὐτοῦ τηροῦντες τὸν ˚Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα λέγοντες, “Ἀληθῶς Υἱὸς ˚Θεοῦ ἦν οὗτος.” | |
Matt | StatResG | 27:55 | ¶Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ ˚Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ, | |
Matt | StatResG | 27:56 | ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. | |
Matt | StatResG | 27:57 | ¶Ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσεν τῷ ˚Ἰησοῦ. | |
Matt | StatResG | 27:58 | Οὗτος προσελθὼν τῷ Πιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ ˚Ἰησοῦ. Τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι. | |
Matt | StatResG | 27:60 | καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν. | |
Matt | StatResG | 27:62 | ¶Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον | |
Matt | StatResG | 27:63 | λέγοντες, “Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, ‘Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.’ | |
Matt | StatResG | 27:64 | Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ, ‘Ἠγέρθη ἀπὸ τῶν νεκρῶν’, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.” | |