Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 8
Matt StatResG 8:1  ¶Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
Matt StatResG 8:2  Καὶ ἰδοὺ, λεπρὸς προσελθὼν, προσεκύνει αὐτῷ λέγων, “˚Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.”
Matt StatResG 8:3  Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ λέγων, “Θέλω, καθαρίσθητι.” Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
Matt StatResG 8:4  Καὶ λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν, δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.”
Matt StatResG 8:5  ¶Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
Matt StatResG 8:6  καὶ λέγων, ˚Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
Matt StatResG 8:7  Καὶ λέγει αὐτῷ, “Ἐγὼ ἐλθὼν, θεραπεύσω αὐτόν.”
Matt StatResG 8:8  Ἀποκριθεὶς δὲ ὁ ἑκατόνταρχος ἔφη, “˚Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου.
Matt StatResG 8:9  Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, ‘Πορεύθητι’, καὶ πορεύεται, καὶ ἄλλῳ, ‘Ἔρχου’, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ‘Ποίησον τοῦτο’, καὶ ποιεῖ.”
Matt StatResG 8:10  Ἀκούσας δὲ, ὁ ˚Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, “Ἀμὴν, λέγω ὑμῖν, παρʼ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον.
Matt StatResG 8:11  Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν·
Matt StatResG 8:12  οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον, ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.”
Matt StatResG 8:13  Καὶ εἶπεν ὁ ˚Ἰησοῦς τῷ ἑκατοντάρχῃ, “Ὕπαγε, ὡς ἐπίστευσας, γενηθήτω σοι.” Καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Matt StatResG 8:14  ¶Καὶ ἐλθὼν ὁ ˚Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν,
Matt StatResG 8:15  καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη, καὶ διηκόνει αὐτῷ.
Matt StatResG 8:16  ¶Ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας, ἐθεράπευσεν·
Matt StatResG 8:17  ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος, “Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.”
Matt StatResG 8:18  ¶Ἰδὼν δὲ ὁ ˚Ἰησοῦς ὄχλον περὶ αὐτὸν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
Matt StatResG 8:19  Καὶ προσελθὼν, εἷς γραμματεὺς εἶπεν αὐτῷ, “Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.”
Matt StatResG 8:20  Καὶ λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.”
Matt StatResG 8:21  Ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ, “˚Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.”
Matt StatResG 8:22  Ὁ δὲ ˚Ἰησοῦς λέγει αὐτῷ, “Ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.”
Matt StatResG 8:23  ¶Καὶ ἐμβάντι αὐτῷ εἰς πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
Matt StatResG 8:24  Καὶ ἰδοὺ, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν.
Matt StatResG 8:25  Καὶ προσελθόντες, ἤγειραν αὐτὸν λέγοντες, “˚Κύριε, σῶσον, ἀπολλύμεθα!”
Matt StatResG 8:26  Καὶ λέγει αὐτοῖς, “Τί δειλοί ἐστε, ὀλιγόπιστοι;” Τότε ἐγερθεὶς, ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
Matt StatResG 8:27  Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, “Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;”
Matt StatResG 8:28  ¶Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
Matt StatResG 8:29  Καὶ ἰδοὺ, ἔκραξαν λέγοντες, “Τί ἡμῖν καὶ σοί, Υἱὲ τοῦ ˚Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;”
Matt StatResG 8:30  Ἦν δὲ μακρὰν ἀπʼ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
Matt StatResG 8:31  Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, “Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων.”
Matt StatResG 8:32  Καὶ εἶπεν αὐτοῖς, “Ὑπάγετε.” Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ, ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
Matt StatResG 8:33  Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
Matt StatResG 8:34  Καὶ ἰδοὺ, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ ˚Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.