Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 24
Matt StatResG 24:1  ¶Καὶ ἐξελθὼν ὁ ˚Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.
Matt StatResG 24:2  Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Οὐ βλέπετε ταῦτα πάντα; Ἀμὴν, λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.”
Matt StatResG 24:3  ¶Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατʼ ἰδίαν λέγοντες, “Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος;”
Matt StatResG 24:4  Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ.
Matt StatResG 24:5  Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ‘Ἐγώ εἰμι ὁ ˚Χριστός’, καὶ πολλοὺς πλανήσουσιν.
Matt StatResG 24:6  Μελλήσετε δὲ ἀκούειν πολέμους, καὶ ἀκοὰς πολέμων. Ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλʼ οὔπω ἐστὶν τὸ τέλος.
Matt StatResG 24:7  Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους.
Matt StatResG 24:8  Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
Matt StatResG 24:9  ¶Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν, διὰ τὸ ὄνομά μου.
Matt StatResG 24:10  Καὶ τότε σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους.
Matt StatResG 24:11  Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς.
Matt StatResG 24:12  Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
Matt StatResG 24:13  Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Matt StatResG 24:14  Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ, εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
Matt StatResG 24:15  ¶Ὅταν οὖν ἴδητε ‘τὸ βδέλυγμα τῆς ἐρημώσεως’, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὸς ἐν τόπῳ ἁγίῳ (ὁ ἀναγινώσκων νοείτω),
Matt StatResG 24:16  τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη,
Matt StatResG 24:17  ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
Matt StatResG 24:18  καὶ ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
Matt StatResG 24:19  Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις, καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
Matt StatResG 24:20  Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ Σαββάτῳ.
Matt StatResG 24:21  Ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδʼ οὐ μὴ γένηται.
Matt StatResG 24:22  Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ, διὰ δὲ τοὺς ἐκλεκτοὺς, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
Matt StatResG 24:23  Τότε ἐάν τις ὑμῖν εἴπῃ, ‘Ἰδοὺ, ὧδε ὁ ˚Χριστός’, ἤ ‘Ὧδε’, μὴ πιστεύσητε.
Matt StatResG 24:24  Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς.
Matt StatResG 24:26  Ἐὰν οὖν εἴπωσιν ὑμῖν, ‘Ἰδοὺ, ἐν τῇ ἐρήμῳ ἐστίν’, μὴ ἐξέλθητε. ‘Ἰδοὺ, ἐν τοῖς ταμείοις’, μὴ πιστεύσητε.
Matt StatResG 24:27  Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
Matt StatResG 24:28  Ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
Matt StatResG 24:29  ¶Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ‘ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς’, ‘καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ’, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Matt StatResG 24:30  Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἐν οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ὄψονται ‘τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ’ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
Matt StatResG 24:31  Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ ‘σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσιν’ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπʼ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
Matt StatResG 24:32  ¶Ἀπὸ δὲ τῆς συκῆς, μάθετε τὴν παραβολήν: ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος.
Matt StatResG 24:33  Οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
Matt StatResG 24:34  Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται.
Matt StatResG 24:35  Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
Matt StatResG 24:36  ¶Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατὴρ μόνος.
Matt StatResG 24:37  Ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
Matt StatResG 24:38  Ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν, Νῶε εἰς τὴν κιβωτόν.
Matt StatResG 24:39  Καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
Matt StatResG 24:40  Τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται.
Matt StatResG 24:41  Δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται, καὶ μία ἀφίεται.
Matt StatResG 24:42  Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ ˚Κύριος ὑμῶν ἔρχεται.
Matt StatResG 24:43  Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης, ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασεν διορυγῆναι τὴν οἰκίαν αὐτοῦ.
Matt StatResG 24:44  Διὰ τοῦτο καὶ, ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.
Matt StatResG 24:45  ¶Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
Matt StatResG 24:46  Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα.
Matt StatResG 24:47  Ἀμὴν, λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ, καταστήσει αὐτόν.
Matt StatResG 24:48  Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‘Χρονίζει μου ὁ κύριος’,
Matt StatResG 24:49  καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων,
Matt StatResG 24:50  ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
Matt StatResG 24:51  καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.