MATTHEW
Chapter 9
Matt | StatResG | 9:2 | ¶Καὶ ἰδοὺ, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν ὁ ˚Ἰησοῦς τὴν πίστιν αὐτῶν, εἶπεν τῷ παραλυτικῷ, “Θάρσει, τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι.” | |
Matt | StatResG | 9:4 | Καὶ ἰδὼν ὁ ˚Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν, “Ἵνα τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; | |
Matt | StatResG | 9:5 | Τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, ‘Ἀφίονται σου αἱ ἁμαρτίαι’, ἢ εἰπεῖν, ‘Ἔγειρε καὶ περιπάτει’; | |
Matt | StatResG | 9:6 | Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας” (τότε λέγει τῷ παραλυτικῷ), “Ἐγερθεὶς, ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.” | |
Matt | StatResG | 9:8 | Ἰδόντες δὲ, οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν ˚Θεὸν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. | |
Matt | StatResG | 9:9 | ¶Καὶ παράγων ὁ ˚Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ. “Ἀκολούθει μοι.” Καὶ ἀναστὰς, ἠκολούθησεν αὐτῷ. | |
Matt | StatResG | 9:10 | ¶Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ, πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ ˚Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. | |
Matt | StatResG | 9:11 | Καὶ ἰδόντες, οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, “Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;” | |
Matt | StatResG | 9:12 | Ὁ δὲ ἀκούσας εἶπεν, “Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες. | |
Matt | StatResG | 9:13 | Πορευθέντες δὲ, μάθετε τί ἐστιν: ‘Ἔλεος θέλω καὶ οὐ θυσίαν’, οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς.” | |
Matt | StatResG | 9:14 | ¶Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, “Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;” | |
Matt | StatResG | 9:15 | Καὶ εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν, ἐφʼ ὅσον μετʼ αὐτῶν ἐστιν ὁ νυμφίος; Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. | |
Matt | StatResG | 9:16 | Οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. | |
Matt | StatResG | 9:17 | Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται. Ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.” | |
Matt | StatResG | 9:18 | ¶Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ, ἄρχων εἷς προσελθὼν, προσεκύνει αὐτῷ λέγων, ὅτι “Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπʼ αὐτήν καὶ ζήσεται.” | |
Matt | StatResG | 9:20 | Καὶ ἰδοὺ, γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. | |
Matt | StatResG | 9:22 | Ὁ δὲ ˚Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν, “Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε.” Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. | |
Matt | StatResG | 9:23 | Καὶ ἐλθὼν ὁ ˚Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον | |
Matt | StatResG | 9:24 | ἔλεγεν, “Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον, ἀλλὰ καθεύδει.” Καὶ κατεγέλων αὐτοῦ. | |
Matt | StatResG | 9:25 | Ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. | |
Matt | StatResG | 9:27 | ¶Καὶ παράγοντι ἐκεῖθεν τῷ ˚Ἰησοῦ, ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες, “Ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ.” | |
Matt | StatResG | 9:28 | Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;” Λέγουσιν αὐτῷ, “Ναί, ˚Κύριε.” | |
Matt | StatResG | 9:30 | Καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. Καὶ ἐνεβριμήθη αὐτοῖς ὁ ˚Ἰησοῦς λέγων, “Ὁρᾶτε μηδεὶς γινωσκέτω.” | |
Matt | StatResG | 9:33 | Καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν ὁ κωφός. Καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες, “Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.” | |
Matt | StatResG | 9:35 | ¶Καὶ περιῆγεν ὁ ˚Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. | |
Matt | StatResG | 9:36 | Ἰδὼν δὲ τοὺς ὄχλους, ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι, ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. | |