Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 28
Matt StatResG 28:1  ¶Ὀψὲ δὲ Σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον.
Matt StatResG 28:2  Καὶ ἰδοὺ, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ ˚Κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν, ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
Matt StatResG 28:3  Ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.
Matt StatResG 28:4  Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ, ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγενήθησαν ὡς νεκροί.
Matt StatResG 28:5  Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν, “Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι ˚Ἰησοῦν, τὸν ἐσταυρωμένον, ζητεῖτε.
Matt StatResG 28:6  Οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν. Δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο.
Matt StatResG 28:7  Καὶ ταχὺ πορευθεῖσαι, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε. Ἰδοὺ, εἶπον ὑμῖν.”
Matt StatResG 28:8  Καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου, μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
Matt StatResG 28:9  Καὶ ἰδοὺ, ˚Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων, “Χαίρετε!” Αἱ δὲ προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
Matt StatResG 28:10  Τότε λέγει αὐταῖς ὁ ˚Ἰησοῦς, “Μὴ φοβεῖσθε. Ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ με ὄψονται.”
Matt StatResG 28:11  ¶Πορευομένων δὲ αὐτῶν, ἰδού, τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
Matt StatResG 28:12  Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
Matt StatResG 28:13  λέγοντες, “Εἴπατε ὅτι, ‘Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν, ἡμῶν κοιμωμένων.’
Matt StatResG 28:14  Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.”
Matt StatResG 28:15  Οἱ δὲ λαβόντες ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον
Matt StatResG 28:16  ¶Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ˚Ἰησοῦς.
Matt StatResG 28:17  Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν.
Matt StatResG 28:18  Καὶ προσελθὼν, ὁ ˚Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων, “Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
Matt StatResG 28:19  Πορευθέντες οὖν, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου ˚Πνεύματος,
Matt StatResG 28:20  διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Καὶ ἰδοὺ, ἐγὼ μεθʼ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.”