MATTHEW
Chapter 28
Matt | StatResG | 28:1 | ¶Ὀψὲ δὲ Σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. | |
Matt | StatResG | 28:2 | Καὶ ἰδοὺ, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ ˚Κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν, ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. | |
Matt | StatResG | 28:5 | Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν, “Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι ˚Ἰησοῦν, τὸν ἐσταυρωμένον, ζητεῖτε. | |
Matt | StatResG | 28:7 | Καὶ ταχὺ πορευθεῖσαι, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε. Ἰδοὺ, εἶπον ὑμῖν.” | |
Matt | StatResG | 28:8 | Καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου, μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. | |
Matt | StatResG | 28:9 | Καὶ ἰδοὺ, ˚Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων, “Χαίρετε!” Αἱ δὲ προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. | |
Matt | StatResG | 28:10 | Τότε λέγει αὐταῖς ὁ ˚Ἰησοῦς, “Μὴ φοβεῖσθε. Ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ με ὄψονται.” | |
Matt | StatResG | 28:11 | ¶Πορευομένων δὲ αὐτῶν, ἰδού, τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. | |
Matt | StatResG | 28:12 | Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις | |
Matt | StatResG | 28:13 | λέγοντες, “Εἴπατε ὅτι, ‘Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν, ἡμῶν κοιμωμένων.’ | |
Matt | StatResG | 28:14 | Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.” | |
Matt | StatResG | 28:15 | Οἱ δὲ λαβόντες ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον | |
Matt | StatResG | 28:16 | ¶Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ˚Ἰησοῦς. | |
Matt | StatResG | 28:18 | Καὶ προσελθὼν, ὁ ˚Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων, “Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. | |
Matt | StatResG | 28:19 | Πορευθέντες οὖν, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου ˚Πνεύματος, | |