Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 11
Matt StatResG 11:1  ¶Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ˚Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Matt StatResG 11:2  ¶Ὁ δὲ Ἰωάννης, ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ ˚Χριστοῦ, πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ,
Matt StatResG 11:3  εἶπεν αὐτῷ, “Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;”
Matt StatResG 11:4  Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε:
Matt StatResG 11:5  ‘τυφλοὶ ἀναβλέπουσιν’, καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται, καὶ ‘πτωχοὶ εὐαγγελίζονται’.
Matt StatResG 11:6  Καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.”
Matt StatResG 11:7  ¶Τούτων δὲ πορευομένων, ἤρξατο ὁ ˚Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου, “Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
Matt StatResG 11:8  Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; Ἰδοὺ, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων
Matt StatResG 11:9  ἀλλὰ τί ἐξήλθατε; Προφήτην ἰδεῖν; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
Matt StatResG 11:10  Οὗτός ἐστιν περὶ οὗ γέγραπται, ‘Ἰδοὺ, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.’
Matt StatResG 11:11  Ἀμὴν, λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Ὁ δὲ μικρότερος ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν, μείζων αὐτοῦ ἐστιν.
Matt StatResG 11:12  Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι, ἡ Βασιλεία τῶν Οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
Matt StatResG 11:13  Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν.
Matt StatResG 11:14  Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας, ὁ μέλλων ἔρχεσθαι.
Matt StatResG 11:15  Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.
Matt StatResG 11:16  ¶Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς, ἃ προσφωνοῦντα τοῖς ἑτέροις
Matt StatResG 11:17  λέγουσιν, ‘Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε.’
Matt StatResG 11:18  Ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, ‘Δαιμόνιον ἔχει.’
Matt StatResG 11:19  Ἦλθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, ‘Ἰδοὺ, ἄνθρωπος, φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν!’ Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.”
Matt StatResG 11:20  ¶Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν.
Matt StatResG 11:21  Οὐαί σοι, Χοραζίν! Οὐαί σοι, Βηθσαϊδάν! Ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.
Matt StatResG 11:22  Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.
Matt StatResG 11:23  Καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ἍΙδου καταβήσῃ. Ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον.
Matt StatResG 11:24  Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.
Matt StatResG 11:25  ¶Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν, “Ἐξομολογοῦμαί σοι, Πάτερ, ˚Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.
Matt StatResG 11:26  Ναί, ὁ Πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.
Matt StatResG 11:27  Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.
Matt StatResG 11:28  ¶Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
Matt StatResG 11:29  Ἄρατε τὸν ζυγόν μου ἐφʼ ὑμᾶς, καὶ μάθετε ἀπʼ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ‘καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν’.
Matt StatResG 11:30  Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.”