Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 21
Matt StatResG 21:1  ¶Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε ˚Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
Matt StatResG 21:2  λέγων αὐτοῖς, “Πορεύεσθε εἰς τὴν κώμην, τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετʼ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
Matt StatResG 21:3  Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι ‘Ὁ ˚Κύριος αὐτῶν χρείαν ἔχει’, εὐθὺς δὲ ἀποστελεῖ αὐτούς.”
Matt StatResG 21:4  Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος,
Matt StatResG 21:5  “Εἴπατε τῇ θυγατρὶ Σιών, ‘Ἰδοὺ, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον, υἱὸν ὑποζυγίου.’”
Matt StatResG 21:6  Πορευθέντες δὲ οἱ μαθηταὶ, καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ ˚Ἰησοῦς,
Matt StatResG 21:7  ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπʼ αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
Matt StatResG 21:8  Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων, καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
Matt StatResG 21:9  Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες, “Ὡσαννὰ τῷ Υἱῷ Δαυίδ! ‘Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι ˚Κυρίου!’ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις!”
Matt StatResG 21:10  Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα, “Τίς ἐστιν οὗτος;”
Matt StatResG 21:11  Οἱ δὲ ὄχλοι ἔλεγον, “Οὗτός ἐστιν ὁ προφήτης ˚Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.”
Matt StatResG 21:12  ¶Καὶ εἰσῆλθεν ˚Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς.
Matt StatResG 21:13  Καὶ λέγει αὐτοῖς, “Γέγραπται, ‘Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται’, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε ‘σπήλαιον λῃστῶν’.”
Matt StatResG 21:14  ¶Καὶ προσῆλθον αὐτῷ, τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.
Matt StatResG 21:15  Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, τὰ θαυμάσια ἃ ἐποίησεν, καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, “Ὡσαννὰ τῷ Υἱῷ Δαυίδ”, ἠγανάκτησαν
Matt StatResG 21:16  καὶ εἶπαν αὐτῷ, “Ἀκούεις τί οὗτοι λέγουσιν;” Ὁ δὲ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Ναί, οὐδέποτε ἀνέγνωτε, ὅτι ‘Ἐκ στόματος νηπίων καὶ θηλαζόντων, κατηρτίσω αἶνον’;”
Matt StatResG 21:17  Καὶ καταλιπὼν αὐτοὺς, ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.
Matt StatResG 21:18  ¶Πρωῒ δὲ ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασεν.
Matt StatResG 21:19  Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπʼ αὐτήν καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ, εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ, “Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα.” Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.
Matt StatResG 21:20  Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες, “Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;”
Matt StatResG 21:21  Ἀποκριθεὶς δὲ, ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ‘Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν’, γενήσεται.
Matt StatResG 21:22  Καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήμψεσθε.”
Matt StatResG 21:23  ¶Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες, “Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;”
Matt StatResG 21:24  Ἀποκριθεὶς δὲ, ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Matt StatResG 21:25  Τὸ βάπτισμα τὸ Ἰωάννου, πόθεν ἦν; Ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;” Οἱ δὲ διελογίζοντο παρʼ ἑαυτοῖς λέγοντες, “Ἐὰν εἴπωμεν, ‘Ἐξ οὐρανοῦ’, ἐρεῖ ἡμῖν, ‘Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;’
Matt StatResG 21:26  Ἐὰν δὲ εἴπωμεν, ‘Ἐξ ἀνθρώπων’, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.”
Matt StatResG 21:27  Καὶ ἀποκριθέντες τῷ ˚Ἰησοῦ, εἶπον, “Οὐκ οἴδαμεν.” Ἔφη αὐτοῖς καὶ αὐτός, “Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Matt StatResG 21:28  ¶Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπος εἶχεν τέκνα δύο. Καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν, ‘Τέκνον, ὕπαγε σήμερον, ἐργάζου ἐν τῷ ἀμπελῶνι.’ μου.’
Matt StatResG 21:29  Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‘Οὐ θέλω’· ὕστερον μεταμεληθεὶς, ἀπῆλθεν.
Matt StatResG 21:30  Προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‘Ἐγώ, κύριε’· καὶ οὐκ ἀπῆλθεν.
Matt StatResG 21:31  Τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός;” Λέγουσιν, “Ὁ πρῶτος.” Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.
Matt StatResG 21:32  Ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ, οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες, οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
Matt StatResG 21:33  ¶Ἄλλην παραβολὴν ἀκούσατε: ἄνθρωπος ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν, ‘καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησεν πύργον’, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
Matt StatResG 21:34  Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
Matt StatResG 21:35  Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
Matt StatResG 21:36  Πάλιν ἀπέστειλεν ἄλλους δούλους, πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
Matt StatResG 21:37  Ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων, ‘Ἐντραπήσονται τὸν υἱόν μου.’
Matt StatResG 21:38  Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν, εἶπον ἐν ἑαυτοῖς, ‘Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ.’
Matt StatResG 21:39  Καὶ λαβόντες αὐτὸν, ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.
Matt StatResG 21:40  Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;”
Matt StatResG 21:41  Λέγουσιν αὐτῷ, “Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.”
Matt StatResG 21:42  ¶Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς, ‘Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ ˚Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν’;
Matt StatResG 21:43  Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφʼ ὑμῶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
Matt StatResG 21:44  Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ, λικμήσει αὐτόν.”
Matt StatResG 21:45  ¶Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ, ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει.
Matt StatResG 21:46  Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.