Site uses cookies to provide basic functionality.

OK
PHILEMON
1
Chapter 1
Phil StatResG 1:1  ¶Παῦλος, δέσμιος ˚Χριστοῦ ˚Ἰησοῦ, καὶ Τιμόθεος, ὁ ἀδελφὸς, Φιλήμονι, τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν,
Phil StatResG 1:2  καὶ Ἀπφίᾳ, τῇ ἀδελφῇ, καὶ Ἀρχίππῳ, τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ:
Phil StatResG 1:3  χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
Phil StatResG 1:4  ¶Εὐχαριστῶ τῷ ˚Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
Phil StatResG 1:5  ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις εἰς τὸν ˚Κύριον ˚Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους,
Phil StatResG 1:6  ὅπως ἡ κοινωνία τῆς πίστεώς σου, ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς ˚Χριστόν.
Phil StatResG 1:7  Χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν, ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
Phil StatResG 1:8  ¶Διό, πολλὴν ἐν ˚Χριστῷ παρρησίαν ἔχων, ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
Phil StatResG 1:9  διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ τοιοῦτος ὢν, ὡς Παῦλος (πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ˚Χριστοῦ ˚Ἰησοῦ),
Phil StatResG 1:10  παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον,
Phil StatResG 1:11  τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον,
Phil StatResG 1:12  ὃν ἀνέπεμψά σοι αὐτόν, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνα,
Phil StatResG 1:13  ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
Phil StatResG 1:14  χωρὶς δὲ τῆς σῆς γνώμης, οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.
Phil StatResG 1:15  Τάχα γὰρ διὰ τοῦτο, ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς,
Phil StatResG 1:16  οὐκέτι ὡς δοῦλον, ἀλλʼ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ καὶ ἐν ˚Κυρίῳ.
Phil StatResG 1:17  ¶Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
Phil StatResG 1:18  Εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα.
Phil StatResG 1:19  Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
Phil StatResG 1:20  Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν ˚Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν ˚Χριστῷ.
Phil StatResG 1:21  Πεποιθὼς τῇ ὑπακοῇ σου, ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω, ποιήσεις.
Phil StatResG 1:22  Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν, χαρισθήσομαι ὑμῖν.
Phil StatResG 1:23  ¶Ἀσπάζεταί σε Ἐπαφρᾶς, ὁ συναιχμάλωτός μου ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
Phil StatResG 1:24  Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
Phil StatResG 1:25  ¶Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν!