WISDOM
Chapter 12
Wisd | LXX | 12:2 | διὸ τοὺς παραπίπτοντας κατ’ ὀλίγον ἐλέγχεις καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνῄσκων νουθετεῖς ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ κύριε | |
Wisd | LXX | 12:5 | τέκνων τε φονὰς ἀνελεήμονας καὶ σπλαγχνοφάγον ἀνθρωπίνων σαρκῶν θοῖναν καὶ αἵματος ἐκ μέσου μύστας θιάσου | |
Wisd | LXX | 12:8 | ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεθρεύσωσιν | |
Wisd | LXX | 12:9 | οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι ἢ θηρίοις δεινοῖς ἢ λόγῳ ἀποτόμῳ ὑφ’ ἓν ἐκτρῖψαι | |
Wisd | LXX | 12:10 | κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν καὶ ἔμφυτος ἡ κακία αὐτῶν καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα | |
Wisd | LXX | 12:11 | σπέρμα γὰρ ἦν κατηραμένον ἀπ’ ἀρχῆς οὐδὲ εὐλαβούμενός τινα ἐφ’ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους | |
Wisd | LXX | 12:12 | τίς γὰρ ἐρεῖ τί ἐποίησας ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων ἃ σὺ ἐποίησας ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων | |
Wisd | LXX | 12:15 | δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι ἀλλότριον ἡγούμενος τῆς σῆς δυνάμεως | |
Wisd | LXX | 12:16 | ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαί σε ποιεῖ | |
Wisd | LXX | 12:17 | ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις | |
Wisd | LXX | 12:18 | σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς πάρεστιν γάρ σοι ὅταν θέλῃς τὸ δύνασθαι | |
Wisd | LXX | 12:19 | ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθρωπον καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν | |
Wisd | LXX | 12:20 | εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ μετὰ τοσαύτης ἐτιμωρήσω προσοχῆς καὶ διέσεως δοὺς χρόνους καὶ τόπον δῑ ὧν ἀπαλλαγῶσι τῆς κακίας | |
Wisd | LXX | 12:21 | μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν ὑποσχέσεων | |
Wisd | LXX | 12:22 | ἡμᾶς οὖν παιδεύων τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος | |
Wisd | LXX | 12:24 | καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν αἰσχρῶν ἄτιμα νηπίων δίκην ἀφρόνων ψευσθέντες | |