Site uses cookies to provide basic functionality.

OK
LUKE
Prev Up Next Toggle notes
Chapter 5
Luke MorphGNT 5:1  Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ ⸀καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρὲτ,
Luke MorphGNT 5:2  καὶ εἶδεν ⸂δύο πλοῖα⸃ ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς ⸂ἀπ’ αὐτῶν ἀποβάντες⸃ ⸀ἔπλυνον τὰ δίκτυα.
Luke MorphGNT 5:3  ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ⸀ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, ⸂καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν⸃ τοὺς ὄχλους.
Luke MorphGNT 5:4  ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
Luke MorphGNT 5:5  καὶ ἀποκριθεὶς ⸀Σίμων ⸀εἶπεν· Ἐπιστάτα, δι’ ⸀ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω ⸂τὰ δίκτυα⸃.
Luke MorphGNT 5:6  καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, ⸀διερρήσσετο δὲ ⸂τὰ δίκτυα⸃ αὐτῶν.
Luke MorphGNT 5:7  καὶ κατένευσαν τοῖς ⸀μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά.
Luke MorphGNT 5:8  ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε·
Luke MorphGNT 5:9  θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ⸀ὧν συνέλαβον,
Luke MorphGNT 5:10  ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα ⸀ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
Luke MorphGNT 5:11  καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ⸀πάντα ἠκολούθησαν αὐτῷ.
Luke MorphGNT 5:12  Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ⸂καὶ ἰδὼν⸃ τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
Luke MorphGNT 5:13  καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ⸀εἰπών· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ.
Luke MorphGNT 5:14  καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
Luke MorphGNT 5:15  διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ ⸀θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
Luke MorphGNT 5:16  αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
Luke MorphGNT 5:17  Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι ⸀αὐτόν.
Luke MorphGNT 5:18  καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ ⸀θεῖναι ἐνώπιον αὐτοῦ.
Luke MorphGNT 5:19  καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.
Luke MorphGNT 5:20  καὶ ἰδὼν τὴν πίστιν αὐτῶν ⸀εἶπεν· Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
Luke MorphGNT 5:21  καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ⸂ἁμαρτίας ἀφεῖναι⸃ εἰ μὴ μόνος ὁ θεός;
Luke MorphGNT 5:22  ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
Luke MorphGNT 5:23  τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ περιπάτει;
Luke MorphGNT 5:24  ἵνα δὲ εἰδῆτε ὅτι ⸂ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει⸃ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— εἶπεν τῷ παραλελυμένῳ· Σοὶ λέγω, ⸀ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
Luke MorphGNT 5:25  καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ’ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν.
Luke MorphGNT 5:26  καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.
Luke MorphGNT 5:27  Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι.
Luke MorphGNT 5:28  καὶ καταλιπὼν ⸀πάντα ἀναστὰς ⸀ἠκολούθει αὐτῷ.
Luke MorphGNT 5:29  Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος ⸂πολὺς τελωνῶν⸃ καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι.
Luke MorphGNT 5:30  καὶ ἐγόγγυζον οἱ ⸂Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν⸃ πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
Luke MorphGNT 5:31  καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες·
Luke MorphGNT 5:32  οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Luke MorphGNT 5:33  Οἱ δὲ εἶπαν πρὸς αὐτόν· ⸀Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν.
Luke MorphGNT 5:34  ὁ ⸀δὲ εἶπεν πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν ποιῆσαι ⸀νηστεῦσαι;
Luke MorphGNT 5:35  ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
Luke MorphGNT 5:36  ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ⸀ἀπὸ ἱματίου καινοῦ ⸀σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν ⸀σχίσει καὶ τῷ παλαιῷ οὐ ⸂συμφωνήσει τὸ ἐπίβλημα⸃ τὸ ἀπὸ τοῦ καινοῦ.
Luke MorphGNT 5:37  καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ ⸂οἶνος ὁ νέος⸃ τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
Luke MorphGNT 5:38  ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς ⸀βλητέον.
Luke MorphGNT 5:39  ⸀καὶ οὐδεὶς πιὼν ⸀παλαιὸν θέλει νέον· λέγει γάρ· Ὁ παλαιὸς ⸀χρηστός ἐστιν.