Site uses cookies to provide basic functionality.

OK
NUMBERS
Prev Up Next
Chapter 28
Numb LXX 28:1  καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Numb LXX 28:2  ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου
Numb LXX 28:3  καὶ ἐρεῖς πρὸς αὐτούς ταῦτα τὰ καρπώματα ὅσα προσάξετε κυρίῳ ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς
Numb LXX 28:4  τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν
Numb LXX 28:5  καὶ ποιήσεις τὸ δέκατον τοῦ οιφι σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ιν
Numb LXX 28:6  ὁλοκαύτωμα ἐνδελεχισμοῦ ἡ γενομένη ἐν τῷ ὄρει Σινα εἰς ὀσμὴν εὐωδίας κυρίῳ
Numb LXX 28:7  καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ιν τῷ ἀμνῷ τῷ ἑνί ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σικερα κυρίῳ
Numb LXX 28:8  καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας κυρίῳ
Numb LXX 28:9  καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν
Numb LXX 28:10  ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς καὶ τὴν σπονδὴν αὐτοῦ
Numb LXX 28:11  καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ μόσχους ἐκ βοῶν δύο καὶ κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους
Numb LXX 28:12  τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί
Numb LXX 28:13  δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνί θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ
Numb LXX 28:14  ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ ιν ἔσται τῷ μόσχῳ τῷ ἑνί καὶ τὸ τρίτον τοῦ ιν ἔσται τῷ κριῷ τῷ ἑνί καὶ τὸ τέταρτον τοῦ ιν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου τοῦτο ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ
Numb LXX 28:15  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας κυρίῳ ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται καὶ ἡ σπονδὴ αὐτοῦ
Numb LXX 28:16  καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς πασχα κυρίῳ
Numb LXX 28:17  καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτή ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε
Numb LXX 28:18  καὶ ἡ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε
Numb LXX 28:19  καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα κυρίῳ μόσχους ἐκ βοῶν δύο κριὸν ἕνα ἑπτὰ ἀμνοὺς ἐνιαυσίους ἄμωμοι ἔσονται ὑμῖν
Numb LXX 28:20  καὶ ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί
Numb LXX 28:21  δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς
Numb LXX 28:22  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν
Numb LXX 28:23  πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς τῆς πρωινῆς ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ
Numb LXX 28:24  ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ
Numb LXX 28:25  καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ
Numb LXX 28:26  καὶ τῇ ἡμέρᾳ τῶν νέων ὅταν προσφέρητε θυσίαν νέαν κυρίῳ τῶν ἑβδομάδων ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε
Numb LXX 28:27  καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ μόσχους ἐκ βοῶν δύο κριὸν ἕνα ἑπτὰ ἀμνοὺς ἐνιαυσίους ἀμώμους
Numb LXX 28:28  ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί
Numb LXX 28:29  δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς
Numb LXX 28:30  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν
Numb LXX 28:31  πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντός καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι ἄμωμοι ἔσονται ὑμῖν καὶ τὰς σπονδὰς αὐτῶν