NUMBERS
Chapter 1
Numb | LXX | 1:1 | καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων | |
Numb | LXX | 1:2 | λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ κατὰ συγγενείας αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πᾶς ἄρσην | |
Numb | LXX | 1:3 | ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς | |
Numb | LXX | 1:5 | καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παραστήσονται μεθ’ ὑμῶν τῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ | |
Numb | LXX | 1:18 | καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν κατὰ πατριὰς αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν | |
Numb | LXX | 1:20 | καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:22 | τοῖς υἱοῖς Συμεων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:24 | τοῖς υἱοῖς Ιουδα κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:26 | τοῖς υἱοῖς Ισσαχαρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:27 | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ισσαχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι | |
Numb | LXX | 1:28 | τοῖς υἱοῖς Ζαβουλων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:30 | τοῖς υἱοῖς Ιωσηφ υἱοῖς Εφραιμ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:32 | τοῖς υἱοῖς Μανασση κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:34 | τοῖς υἱοῖς Βενιαμιν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:36 | τοῖς υἱοῖς Γαδ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:37 | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γαδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα | |
Numb | LXX | 1:38 | τοῖς υἱοῖς Δαν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:40 | τοῖς υἱοῖς Ασηρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:42 | τοῖς υἱοῖς Νεφθαλι κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει | |
Numb | LXX | 1:44 | αὕτη ἡ ἐπίσκεψις ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄνδρες ἀνὴρ εἷς κατὰ φυλὴν μίαν κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν | |
Numb | LXX | 1:45 | καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ισραηλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ | |
Numb | LXX | 1:49 | ὅρα τὴν φυλὴν τὴν Λευι οὐ συνεπισκέψῃ καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ τῶν υἱῶν Ισραηλ | |
Numb | LXX | 1:50 | καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν | |
Numb | LXX | 1:51 | καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καθελοῦσιν αὐτὴν οἱ Λευῖται καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω | |
Numb | LXX | 1:52 | καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν σὺν δυνάμει αὐτῶν | |
Numb | LXX | 1:53 | οἱ δὲ Λευῖται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ισραηλ καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου | |